Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἤδη μὲν καὶ πρόσθʼ ἐφάμην δεκάτῳ λυκάβαντι
  2. πέρσειν Ἴλιον αἰπύ· τὸ δὴ νῦν ἐκτελέουσιν
  3. ἀθάνατοι· νίκη δὲ πέλει παρὰ ποσσὶν Ἀχαιῶν.
  4. ἀλλʼ ἄγε, Τυδέος υἷα μενεπτόλεμόν τʼ Ὀδυσῆα
  5. πέμψωμεν Σκῦρον δὲ θοῶς ἐν νηὶ μελαίνῃ,
  6. οἵ ῥα παραιπεπίθοντες Ἀχιλλέος ὄβριμον υἷα
  7. ἄξουσιν· μέγα δʼ ἄμμι φάος πάντεσσι πελάσσει.
  8. ὣς φάτο Θέστορος υἱὸς ἐΰφρονος· ἀμφὶ δὲ λαοὶ
  9. γηθόσυνοι κελάδησαν, ἐπεί σφισιν ἦτορ ἐώλπει
  10. Κάλχαντος φάτιν ἔμμενʼ ἐτήτυμον, ὡς ἀγόρευε·
  11. καὶ τότε Λαέρταο πάϊς μετέειπεν Ἀχαιοῖς·
  12. ὦ φίλοι, οὐκέτʼ ἔοικε μεθʼ ὑμῖν πόλλʼ ἀγορεύειν
  13. σήμερον· ἐν γὰρ δὴ κάματος πέλει ἀχνυμένοισιν·
  14. οἶδα γὰρ ὡς λαοῖσι κεκμηκόσιν οὔτʼ ἀγορητὴς
  15. ἁνδάνει οὔτʼ ἄρʼ ἀοιδός, ὃν ἀθάνατοι φιλέουσι
  16. Πιερίδες· παύρων δʼ ἐπέων ἔρος ἔνθʼ ἀνθρώποις. [*](Zimmermann, for e)/ros a)nqrw/poisi of MSS.)
  17. νῦν δʼ, ὅπερ εὔαδε πᾶσι κατὰ στρατὸν Ἀργείοισι,
  18. Τυδείδαο μάλιστα συνεσπομένου τελέσαιμι·
  19. ἄμφω γάρ κεν ἰόντε φιλοπτολέμου Ἀχιλῆος
  20. ἄξομεν ὄβριμον υἷα παρακλίναντʼ ἐπεεσσιν,