Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. νῆες δὲ στονόεσσαι ὑπὲρ πόντοιο φέροντο,
  2. αἱ μὲν ἄρʼ ἐσσύμεναι ἐπικάρσιαι, αἱ δὲ κατʼ ἰθὺ
  3. νισσόμεναι· περὶ δέ σφιν ἀέξετο κῦμʼ ἀλεγεινὸν
  4. ὀρνύμενον· ναῦται δὲ τεθηπότες ἄλλοθεν ἄλλος
  5. ἐσσυμένας φοβέοντο καταιγίδας, ὡς ἐτεόν περ,
  6. λαίφεα λεύκʼ ἐρύοντες, ἵνʼ ἐκ θανάτοιο φύγς2σιν·
  7. οἱ δʼ ἕζοντʼ ἐπʼ ἐρετμὰ πονεύμενοι· ἀμφὶ δὲ νηυσὶ
  8. πυκνὸν ἐρεσσομένῃσι μέλας λευκαίνετο πόντος.
  9. τοῖς δʼ ἔπι κυδιόων μετὰ κήτεσιν εἰναλίοισιν
  10. ἤσκητʼ Ἐννοσίγαιος· ἀελλόποδες δέ μιν ἵπποι
  11. ὡς ἐτεὸν σπεύδοντες ὑπὲρ πόντοιο φέρεσκον
  12. χρυσείῃ μάστιγι πεπληγότες· ἀμφὶ δὲ κῦμα
  13. στόρνυτʼ ἐπεσσυμένων, ὁμαλὴ δʼ ἄρα πρόσθε γαλήνη
  14. ἔπλετο· τοὶ δʼ ἑκάτερθεν ἀολλέες ἀμφὶς ἄνακτα
  15. ἀγρόμενοι δελφῖνες ἀπειρέσιον κεχάροντο
  16. σαίνοντες βασιλῆα, κατʼ ἠερόεν δʼ ἁλὸς οἶδμα
  17. νηχομένοις εἴδοντο καὶ ἀργύρεοί περ ἐόντες.
  18. ἄλλα δὲ μυρία κεῖτο κατʼ ἀσπίδα τεχνήεντα
  19. χερσὶν ὑπʼ ἀθανάτῃς πυκινόφρονος Ἡφαίστοιο·
  20. πάντα δʼ ἄρʼ ἐστεφάνωτο βαθὺς ῥόος Ὠκεανοῖο,