Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἐν δὲ βόες ζεύγλῃσιν ὑπʼ αὐχένας αἰὲν ἔχοντες,
  2. οἱ μὲν ἀπήνας εἷλκον ἐϋσταχύεσσιν ἀμάλλαις
  3. βριθομένας, οἱ δʼ αὖθις, ἀροτρεύεσκον ἀρούρας·
  4. τῶν δὲ πέδον μετόπισθε μελαίνετο, τοὶ δʼ ἐφέποντο
  5. αἰζηοὶ μετὰ τοῖσι βοοσσόα κέντρα φέροντες
  6. χερσὶν ἀμοιβαδίῃς· ἀνεφαίνετο δʼ ἄσπετον ἔργον.
  7. ἐν δʼ αὐλοὶ κιθάραι τε παρʼ εἰλαπίνῃσι πέλοντο·
  8. ἐν δὲ νέων παρὰ ποσσὶ χοροὶ ἵσταντο γυναικῶν· [*](Zimmermann’s order of words.)
  9. αἱ δʼ ἄρʼ ἔσαν ζωῇσιν ἀλίγκια ποιπνύουσαι.
  10. ἄγχι δʼ ἄρʼ ὀρχηθμοῦ τε καὶ εὐφροσύνης ἐρατεινῆς
  11. ἀφρὸν ἔτʼ ἀμφὶ κόμῃσιν ἔχουσʼ ἀνεδύετο πόντου
  12. Κύπρις ἐϋστέφανος, τὴν δʼ Ἵμερος ἀμφεποτᾶτο
  13. μειδιόων ἐρατεινὰ σύν ἠϋκόμοις Χαρίτεσσιν.
  14. ἐν δʼ ἄρʼ ἔσαν Νηρῆος ὑπερθύμοιο θύγατρες
  15. ἐξ ἁλὸς εὐρυπόροιο κασιγνήτην ἀνάγουσαι
  16. ἐς γάμον Αἰακίδαο δαΐφρονος· ἀμφὶ δὲ πάντες
  17. ἀθάνατοι δαίνυντο μακρὴν ἀνὰ Πηλίου ἄκρην·
  18. ἀμφὶ δʼ ἄρʼ ὕδρηλοί τε καὶ εὐθαλέες λειμῶνες
  19. ἔσκον ἀπειρεσίοισι κεκασμένοι ἄνθεσι ποίης,
  20. ἄλσεά τε κρῆναί τε διειδέες ὕδατι καλῷ.