Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οὕνεκʼ ἔην ἔκτοσθε κατʼ ἄντυγος, ᾗ ἔνι πᾶσα
  2. ἀσπὶς ἐνεστήρικτο, δέδεντο δὲ δαίδαλα πάντα.
  3. τῇ δʼ ἄρα παρκατέκειτο κόρυς μέγα βεβριθυῖα·
  4. Ζεὺς δέ οἱ ἀμφετέτυκτο μέγʼ ἀσχαλόωντι ἐοικώς,
  5. οὐρανῷ ἐμβεβαώς· περὶ δʼ ἀθάνατοι πονέοντο
  6. Τιτήνων ἐριδαινομένων Διὶ συμμεμαῶτες·
  7. τοὺς δʼ ἤδη κρατερὸν πῦρ ἄμφεχεν· ἐκ δὲ κεραυνοὶ
  8. ἄλληκτοι νιφάδεσσιν ἐοικότες ἐξεχέοντο
  9. οὐρανόθεν· Ζηνὸς γὰρ ἀάσπετον ὤρνυτο κάρτος·
  10. οἱ δʼ ἄρʼ ἔτʼ αἰθομένοισιν ἐοικότες ἀμπνείεσκον.
  11. ἀμφὶ δὲ θώρηκος γύαλον παρεκέκλιτο καλὸν
  12. ἄρρηκτον βριαρόν τε, τὸ χάνδανε Πηλείωνα.
  13. κνημῖδες δʼ ἤσκηντο πελώριαι· ἀμφὶ δʼ ἐλαφραὶ
  14. μούνῳ ἔσαν Ἀχιλῆι μάλα στιβαραί περ ἐοῦσαι.
  15. ἀγχόθι δʼ ἄσχετον ἆορ ἄδην περιμαρμαίρεσκε
  16. χρυσείῳ τελαμῶνι κεκασμένον ἀργυρέῳ τε
  17. κουλεῷ ᾧ ἔπι κώπη ἀρηραμένη ἐλέφαντος
  18. θεσπεσίοις τεύχεσσι μετέπρεπε παμφανόωσα.
  19. τοῖς δὲ παρεκτετάνυστο κατὰ χθονὸς ὄβριμον ἔγχος,
  20. Πηλιὰς ὑψικόμῃσιν ἐειδομένη ἐλάτῃσι