Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. δαίδαλα κεῖνα πέλοντο μέγʼ ἀνδράσι δεῖμα φέροντα
  2. οὕνεκʼ ἔσαν ζωοῖσιν ἐοικότα κινυμενοισι.
  3. καὶ τὰ μὲν ἄρ πολέμοιο τεράατα πάντα τέτυκτο.
  4. εἰρήνης δʼ ἀπάνευθεν ἔσαν περικαλλέος ἔργα·
  5. ἀμφὶ δὲ μυρία φῦλα πολυτλήτων ἀνθρώπων
  6. ἄστεα καλὰ νέμοντο· δίκη δʼ ἐπέδερκετο [*](Zimmermann, ex P; ἐπιίκετο of v.) πάντα·
  7. ἄλλοι δʼ ἄλλʼ ἐπὶ ἔργα χέρας φέρον· ἀμφὶ δʼ ἀλωαὶ
  8. καρποῖς ἐβρίθοντο· μέλαινα δὲ γαῖα τεθήλει.
  9. Αἰπύτατον δʼ ἐτέτυκτο θεοκμήτῳ ἐπὶ ἔργῳ
  10. καὶ τρηχὺ ζαθέης Ἀρετῆς ὄρος· ἐν δὲ καὶ αὐτὴ
  11. εἱστήκει φοίνικος ἐπεμβεβαυῖα κατʼ ἄκρης
  12. ὑψηλή, ψαύουσα πρὸς οὐρανόν· ἀμφὶ δὲ πάντη
  13. ἀτραπιτοὶ θαμέεσσι διειργόμεναι σκοπέλοισιν
  14. ἀνθρώπων ἀπέρυκον ἐῢν πάτον, οὕνεκα πολλοὶ
  15. εἰσοπίσω χάζοντο τεθηπότες αἰπὰ κέλευθα,
  16. παῦροι δʼ ἱερὸν οἶμον ἀνήιον ἱδρώοντες.
  17. ἐν δʼ ἔσαν ἀμητῆρες ἀνὰ πλατὺν ὄγμον ἰόντες
  18. σπεύδοντες δρεπάνῃσι νεήκεσι, τῶν δʼ ὑπὸ χερσὶ
  19. ἤνυτο λήιον αὖον· ἐφεσπόμενοι δʼ ἔσαν ἄλλοι [*](Verse inserted by Zimmermann, ex P.)
  20. πολλοὶ ἀμαλλοδετῆρες· ἀέξετο δʼ ἐς μέγα ἔργον.