Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- οὐ γάρ μοι τοκέων τόσσον μέλει, εἴ που ἔτʼ εἰσίν,
- εἴ που ἔτʼ ἀμφινέμονται ἔτι ζωοὶ Σαλαμῖνα,
- ὅσσον σεῖο θανόντος, ἐπεὶ σύ μοι ἔπλεο κῦδος.
- ἦ ῥα μέγα στενάχων· ἐπὶ δʼ ἔστενε δῖα Τέκμησσα
- Αἴαντος παράκοιτις ἀμύμονος, ἥνπερ ἐοῦσαν
- ληιδίην σφετέρην ἄλοχον θέτο, καί μιν ἄνασσαν
- πάντων ἔμμεν ἔτευξεν, ὅσων ἀνὰ δῶμα γυναῖκες
- ἐδνωταὶ μεδέουσι παρʼ ἀνδράσι κουριδίοισιν·
- ἡ δέ οἱ ἀκαμάτῃσιν ὑπʼ ἀγκοίνῃσι δαμεῖσα
- Εὐρυσάκην τέκεθʼ υἱὸν ἐοικότα πάντα τοκῆι·
- ἀλλʼ ὁ μὲν οὖν ἔτι τυτθὸς ἐνὶ λεχέεσσι λέλειπτο·
- ἡ δὲ μέγα στενάχουσα φίλῳ περικάππεσε νεκρῷ
- ἐντυπὰς ἐν κονίῃσι καλὸν δέμας αἰσχύνουσα·
- καί ῥʼ ὀλοφυδνὸν ἄϋσε μέγʼ ἀχνυμένη κέαρ ἔνδον·
- ὤ μοι ἐγὼ δύστηνος, ἐπεὶ θάνες, οὔτι δαϊχθεὶς
- δυς μενέων παλάμῃσιν ἀνὰ μόθον, ἀλλὰ σοὶ αὐτῷ·
- τῷ μοι πένθος ἄλαστον ἐποίχεται· οὐ γὰρ ἐώλπειν
- σεῖο καταφθιμένοιο πολύστονον ἦμαρ ἰδέσθαι
- ἐν Τροίῃ· τὰ δὲ πάντα κακαὶ διὰ Κῆρες ἔχευαν·
- ὥς μʼ ὄφελον τὸ πάροιθε περὶ τραφερὴ χάνε γαῖα,