Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. πανσυδίῃ· μέγα δέ σφιν ἐπέβραχε δάσκιος Ἴδη
  2. καὶ πεδίον καὶ νῆες ἀπειρεσίη τε θάλασσα.
  3. Τεῦκρος δʼ ἀμφʼ αὐτῷ μάλα μήδετο κῆρας ἐπισπεῖν
  4. ἀργαλέας· τὸν δʼ ἄλλοι ἀπὸ ξίφεος μεγάλοιο
  5. εἶργον. ὁ δʼ ἀσχαλόων περικάππεσε τεθνειῶτι
  6. δάκρυα πολλὰ χέων ἀδινώτερα νηπιάχοιο,
  7. ὅς τε παρʼ ἐσχαρεῶνι τέφρην περιειμένος ὤμοις
  8. κάκ κεφαλῆς μάλα πάμπαν ὀδύρεται ὀρφανὸν ἦμαρ
  9. μητρὸς ἀποφθιμένης, ἥ μιν τρέφε νήιδα πατρός·
  10. ὣς ὅ γε κωκύεσκε κασιγνήτοιο δαμέντος
  11. ἑρπύζων περὶ νεκρόν, ἔπος δʼ ὀλοφύρετο τοῖον·
  12. Αἶαν καρτερόθυμε, τί ἤ νύ τοι ἐβλάβετʼ [*](Zimmermann, for e)/blaben of v.) ἦτορ
  13. οἷ αὐτῷ στονόεντα φόνον καὶ πῆμα βαλέσθαι;
  14. ἦ ἵνα Τρώιοι υἷες ὀϊζύος ἀμπνεύσωσιν,
  15. Ἀργείους δʼ ὀλέσωσι σέθεν κταμένοιο κιόντες;
  16. οὐ γὰρ τοῖσδʼ ἔτι θάρσος ὅσον πάρος ὀλλυμένοισιν
  17. ἔσσεται ἐν πολέμῳ· σὺ γὰρ ἔπλεο πήματος ἄλκαρ·
  18. οὐδʼ ἔτʼ ἐμοὶ νόστοιο τέλος σέο δεῦρο θανόντος
  19. ἁνδάνει, ἀλλὰ καὶ αὐτὸς ἐέλδομαι ἐνθάδʼ ὀλέσθαι,
  20. ὄφρα με σὺν σοὶ γαῖα φερέσβιος ἀμφικαλύπτῃ·