Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. πρὶν σέο πότμον ἰδέσθαι ἀμείλιχον· οὐ γὰρ ἔμοιγε
  2. ἄλλο χερειότερόν ποτʼ ἐσήλυθεν ἐς φρένα πῆμα,
  3. οὐδʼ ὅτε με πρώτιστον ἐμῆς ἀποτηλόθι πάτρης
  4. καὶ τοκέων εἴρυσσας ἅμʼ ἄλλῃς ληιάδεσσι
  5. πόλλʼ ὀλοφυρομένην, ἐπεὶ ἦ νύ με τὸ πρὶν ἄνασσαν
  6. αἰδοίην περ ἐοῦσαν ἐπήιε δούλιον ἦμαρ·
  7. ἀλλά μοι οὔτε πάτρης θυμηδέος οὔτε τοκήων
  8. μέμβλεται οἰχομένων, ὁπόσον σέο δῃωθέντος,
  9. οὕνεκά μοι δειλῇ θυμήρεα πάντα μενοίνας,
  10. καί ῥά μʼ ἔθηκας ἄκοιτιν ὁμόφρονα, καί ῥά μʼ ἔφησθα
  11. τεύξειν αὐτίκʼ ἄνασσαν ἐϋκτιμένης Σαλαμῖνος
  12. νοστήσας Τροίηθε· τὰ δʼ θεὸς ἄμμι τέλεσσεν·
  13. ἀλλὰ σὺ μέν μοι ἄϊστος ἀποίχεαι, οὐδέ νύ σοί περ
  14. μέμβλετʼ ἐμεῦ καὶ παιδός, ὅς οὐ πατρὶ τέρψεται ἦτορ,
  15. οὐ σέο κοιρανίης ἐπιβήσεται, ἀλλά μιν ἄλλοι
  16. δμῶα λυγρόν τεύξουσιν, ἐπεὶ πατρὸς οὐκέτʼ ἐόντος
  17. νηπίαχοι κομέονται ὑπʼ ἄνδρεσσιν μάλα πολλὸν
  18. χειροτέροις· ὀλοῇ γὰρ ὑπʼ ὀρφανίῃ βαρὺς αἰὼν
  19. παισὶ πέλει, καὶ πήματʼ ἐπʼ ἄλλοθεν ἄλλα χέονται·
  20. καὶ δέ με δειλαίην τάχα δούλιον ἵξεται ἦμαρ