Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἄσχετος· οὐ γὰρ ἔτʼ ἐσθλὸς ἔχει γέρας, ἀλλὰ χερείων
  2. τιμήεις τε πέλει καὶ φίλτερος· ἦ γὰρ Ὀδυσσεὺς
  3. τίετʼ ἐν Ἀργείοισιν, ἐμεῦ δʼ ἐπὶ πάγχυ λάθοντο
  4. ἔργων θʼ, ὁππόσʼ ἔρεξα καὶ ἔτλην εἵνεκα λαῶν.
  5. ὣς εἰπὼν πάϊς ἐσθλὸς ἐϋσθενέος Τελαμῶνος
  6. Ἑκτόρεον ξίφος ὦσε διʼ αὐχένος· ἐκ δέ οἱ αἷμα
  7. ἐσσύμενον κελάρυζεν. ὁ δʼ ἐν κονίῃσι τανύσθη
  8. Τυφὼν ὥς, τὸν Ζηνὸς ἐνεπρήσαντο κεραυνοί·
  9. ἀμφὶ δὲ γαῖα μέλαινα μέγα στονάχησε πεσόντος.
  10. καὶ τότε δὴ Δαναοὶ κίον ἀθρόοι, ὡς ἐσίδοντο
  11. κείμενον ἐν κονίῃσι· πάρος δέ οἱ οὔτις ἵκανεν
  12. ἐγγύς, ἐπεὶ μάλα πάντας ἔχεν δέος εἰσορόωντας.
  13. αἶψα δʼ ἄρα κταμένῳ περικάππεσον· ἀμφὶ δὲ κρᾶτα
  14. πρηνέες ἐκχύμενοι κόνιν ἄσπετον ἀμφεχέοντο,
  15. καί σφιν ὀδυρομένων γόος αἰθέρα δῖον ἵκανεν·
  16. ὡς δʼ ὅταν εἰροπόκων ὀΐων ἄπο νήπια τέκνα
  17. ἀνέρες ἐξελάσωσιν, ἵνα σφίσι δαῖτα κάμωνται,
  18. αἱ δὲ μέγα σκαίρουσι διηνεκέως μεμακυῖαι
  19. μητέρες ἐκ τεκέων σηκούς πέρι χηρωθέντας·
  20. ὥς οἵ γʼ ἀμφʼ Αἴαντα μέγα στένον ἤματι κείνῳ