Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. πάντας ἐνὶ κλισίῃσι κοτεσσάμενος περὶ τευχέων.
  2. ὡς ὄφελον μὴ τῶνδε Θέτις πέρι δῆριν ἔθηκε,
  3. μηδʼ ἄρα Λαέρταο πάϊς μέγʼ ἀμείνονι φωτὶ
  4. ἔτλη δηριάασθαι ἐναντίον ἄφρονι θυμῷ.
  5. νῦν δὲ μέγʼ ἀασάμεσθα, κακὸς δέ τις ἤπαφε δαίμων·
  6. ἕρκος γὰρ πολέμοιο δεδουπότος Αἰακίδαο
  7. μοῦνον ἔτʼ ἦν Αἴαντος ἐΰ σθένος· ἀλλʼ ἄρα καὶ τὸν
  8. ἡμῖν ἐξολέσουσι θεοὶ κακὰ νῶιν ἄγοντες,
  9. ὥς κεν πάντες ἄϊστον ἀναπλήσωμεν ὄλεθρον.
  10. ὥς φάμενον προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων·
  11. μὴ νῦν, ὦ Μενέλαε, μέγʼ ἀχνύμενος περὶ θυμῷ
  12. σκύζεο μητιόεντι Κεφαλλήνων βασιλῆι·
  13. οὐ γὰρ ὅ γʼ αἴτιός ἐστιν, ἐπεὶ μάλα πολλάκις ἡμῖν
  14. γίνεται ἐσθλὸν ὄνειαρ, ἄχος δʼ ἄρα δυσμενέεσσιν.
  15. ὣς οἱ μὲν Δαναῶν ἀκαχήμενοι ἠγορόωντο.
  16. μηλονόμοι δʼ ἀπάνευθε παρὰ Ξάνθοιο ῥεέθροις
  17. πτῶσσον ὑπὸ μυρίκῃσιν ἀλευάμενοι βαρὺ πῆμα·
  18. ὡς δʼ ὅταν αἰετὸν ὠκὺν ὑποπτώσσωσι λαγωοὶ
  19. θάμνοις ἐν λασίοισιν, ὁ δʼ ἐγγύθεν ὀξὺ κεκληγὼς
  20. πωτᾶτʼ ἔνθα καὶ ἔνθα τανυσσάμενος πτερύγεσσιν·