Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὣς οἵ γʼ ἄλλοθεν ἄλλος ὑπέτρεσαν ὄβριμον ἄνδρα.
  2. ὀψὲ δʼ ὄ γʼ ἀρνειοῖο κατακταμένου σχεδὸν ἔστη,
  3. καί ῥʼ ὀλοὸν γελάσας τοῖον ποτὶ μῦθον ἔειπε·
  4. κεῖσό νυν ἐν κονίῃσι, κυνῶν βόσις ἠδʼ οἰωνῶν·
  5. οὐ γάρ σʼ οὐδʼ Ἀχιλῆος ἐρύσσατο κύδιμα τεύχη,
  6. ὧν ἕνεκ̔ ἀφραδέων μέγʼ ἀμείνονι δηριάασκες·
  7. κεῖσο, κύον· δὲ γὰρ οὔτι γοήσεται ἀμφιπεσοῦσα
  8. κουριδίη μετὰ παιδὸς ἀάσχετον ἀσχαλόωσα,
  9. οὐ τοκέες· τοῖς οὔτι μετέσσεαι ἐλδομένοισι
  10. γήραος ἐσθλὸν ὄνειαρ, ἐπεί νύ σε τήλʼ ἀπὸ πάτρης
  11. οἰωνοί τε κύνες τε δεδουπότα δαρδάψουσιν.
  12. ὣς ἄρʼ ἔφη δολόεντα μετὰ κταμένοις Ὀδυσῆα
  13. κεῖσθαι ἰϊόμενος μεμορυγμένον αἵματι πολλῷ·
  14. καὶ τότε οἱ Τριτωνὶς ἀπὸ φρενὸς ἠδὲ καὶ ὄσσων
  15. ἐσκέδασεν Μανίην βλοσυρὴν πνείουσαν ὄλεθρον·
  16. ἡ δὲ θοῶς ἵκανε ποτὶ Στυγὸς αἰπὰ ῥέεθρα,
  17. ῇχι θοαὶ ναὶ ναίουσιν Ἐριννύες, αἵ τε βροτοῖσιν
  18. αἰὲν ὑπερφιάλοισι κακὰς ἐφιᾶσιν ἀνίας.
  19. Αἴας δʼ, ὡς ἴδε μῆλα κατὰ χθονὸς ἀσπαίροντα,
  20. θάμβεεν ἐν φρεσὶ πάμπαν· ὀΐσατο γὰρ δόλον εἶναι