Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- Τηθύος ἐξ ἱερῆς, ὅθι που προτέρῃ μόλεν ἠοῖ·
- ἡ δέ ἑ κύσσεν ἑλοῦσʼ ὅτι οἱ πέλε γαμβρὸς ἀμύμων,
- ἐξ οὗ οἱ Κρονίωνα κατεύνασεν ἐν λεχέεσσιν
- Ἴδης ἀμφὶ κάρηνα χολούμενον Ἀργείοισιν·
- αἶψα δʼ ἄρʼ ἡ μὲν ἔβη Ζηνὸς δόμον, ὅς δʼ ἐπὶ λέκτρα
- Πασιθέης οἴμησεν· ἀνέγρετο δʼ ἔθνεα φωτῶν.
- Αἴας δʼ ἀκαμάτῳ ἐναλίγκιος Ὠρίωνι
- φοίτα ἐνὶ στέρνοισιν ἔχων ὀλοόφρονα λύσσαν·
- ἐν δʼ ἔθορεν μήλοισι, λέων ὥς ὀβριμόθυμος
- λιμῷ ὑπʼ ἀργαλέῳ δεδμημένος ἄγριον ἦτορ·
- καὶ τὰ μὲν ἐν κονίῃσιν ἐπασσύτερʼ ἄλλοθεν ἄλλα
- κάββαλεν, ἠΰτε φύλλα μένος κρατεροῦ Βορέαο
- χεύῃ, ὅτʼ ἀνομένου θέρεος μετὰ χεῖμα τράπηται·
- ὥς Αἴας μήλοισι μέγʼ ἀσχαλόων ἐνόρουσεν
- ἐλπόμενος Δαναοῖσι κακὰς ἐπὶ κῆρας ἰάλλειν.
- καὶ τότε δὴ Μενέλαος ἀδελφεῷ ἄγχι παραστὰς
- κρύβδʼ ἄλλων Δαναῶν τοῖον ποτὶ μῦθον ἔειπε·
- σήμερον ἦ τάχα πᾶσιν ὀλέθριον ἔσσεται ἦμαρ
- Αἴαντος μεγάλοιο περὶ φρεσὶ μαινομένοιο,
- ὅς τάχα νῆας ἐνιπρήσει, κτανέει δὲ καὶ ἡμέας