Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- θήγοντες καναχηδὸν ἐΰ κτυπέοντας ὀδόντας·
- ἐν δʼ ἀγρόται μετόπισθε κυνῶν μένος ἰθύνοντες,
- ἄλλοι δʼ αὖ λάεσσι καὶ αἰγανέῃσι θοῇσι
- βάλλοντες πονέοντο καταντίον, ὡς ἐτεόν περ.
- ἐν δʼ ἄρα καὶ πόλεμοι φθισήνορες, ἐν δὲ κυδοιμοὶ
- ἀργαλέοι ἐνέκειντο· περικτείνοντο δὲ λαοὶ
- μίγδʼ ἅμʼ ἑοῖς ἵπποισι· πέδον δʼ ἅπαν αἵματι πολλῷ
- δευομένῳ ἤικτο κατʼ ἀσπίδος ἀκαμάτοιο.
- ἐν δὲ Φόβος καὶ Δεῖμος ἔσαν στονόεσσά τʼ Ἐνυὼ
- αἵματι λευγαλέῳ πεπαλαγμένη ἅψεα πάντα,
- ἐν δ Ἔρις οὐλομένη καὶ Ἐριννύες ὀβριμόθυμοι,
- ἡ μὲν ἐποτρύνουσα ποτὶ κλόνον ἄσχετον ἄνδρας
- ἐλθέμεν, αἱ δʼ ὀλοοῖο πυρὸς πνείουσαι ἀϋτμήν.
- ἀμφὶ δὲ Κῆρες ἔθυνον ἀμείλιχοι, ἐν δʼ ἄρα τῇσι
- φοίτα λευγαλέου Θανάτου μένος· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
- ὑσμῖναι ἐνέκειντο δυσηχέες, ὧν περὶ πάντη
- ἐκ μελέων εἰς οὖδας ἀπέρρεεν αἷμα καὶ ίδρώς.
- ἐν δʼ ἄρα Γοργόνες ἔσκον ἀναιδέες· ἀμφὶ δʼ ἄρα σφι
- σμερδαλέοι πεπόνηντο περὶ πλοχμοῖσι δράκοντες
- αἰνὸν λιχμώωντες· ἀπειρέσιον δʼ ἄρα θαῦμα