Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- υἱὸς Λαέρταο πολύτροπα μήδεα νωμῶν·
- Αἶαν ἀμετροεπές, τί νύ μοι τόσα μὰψ ἀγορεύεις;
- οὐτιδανόν τέ μʼ ἔφησθα καὶ ἀργαλέον καὶ ἄναλκιν
- ἔμμεναι, ὃς σέο πολλὸν ὑπέρτερος εὔχομαι εἶναι
- μήδεσι καὶ μύθοισι, τά τʼ ἀνδράσι κάρτος ἀέξει·
- καὶ γάρ τʼ ἠλίβατον πέτρην ἄρρηκτον ἐοῦσαν
- μήτι ὑποτμήγουσιν ἐν οὔρεσι λατόμοι ἄνδρες
- ῥηιδίως, μήτι δὲ μέγαν βαρυηχέα πόντον
- ναῦται ὑπεκπερόωσιν, ὅτʼ ἄσπετα κυμαίνηται·
- τέχνῃσιν δʼ ἀγρόται κρατεροὺς δαμόωσι λέοντας
- πορδάλιάς τε σύας τε καὶ ἄλλων ἔθνεα θηρῶν·
- ταῦροι δʼ ὀβριμόθυμοι ὑπὸ ζεύγλαις δαμόωνται
- ἀνθρώπων ἰότητι· νόῳ δέ τε πάντα τελεῖται.
- αἰεὶ δʼ ἀφραδέος πέλει ἀνέρος ἀμφὶ πόνοισι
- πᾶσι καὶ ἐν βουλῇσιν ἀνὴρ πολύϊδρις ἀμείνων·
- τοὔνεκʼ ἐϋφρονέοντα θρασὺς πάϊς Οἰνείδαο
- λέξατό μʼ ἐκ πάντων ἐπιτάρροθον, ὄφρʼ ἀφίκωμαι
- ἐς φύλακας· μέγα δʼ ἔργον ὁμῶς ἐτελέσσαμεν ἄμφω·
- καὶ δʼ αὐτὸν Πηλῆος ἐϋσθενέος κλυτὸν υἷα
- ἤγαγον Ἀτρείδῃσιν ἐπίρροθον· ἢν δὲ καὶ ἄλλου