Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἥρωος χρειώ τις ἐν Ἀργείοισι πέληται,
  2. οὐδʼ ὅγε χερσὶ τεῇσιν ἐλεύσεται, οὐδὲ μὲν ἄλλων
  3. Ἀργείων βουλῇσιν, ἐγὼ δέ ἑ μοῦνος Ἀχαιῶν
  4. ἄξω μειλιχίοισι παραυδήσας ἐπέεσσι
  5. δῆριν ἐς αἰζηῶν· μέγα γὰρ κράτος ἀνδράσι μῦθος
  6. γίνετʼ ἐϋφροσύνῃ μεμελημένος· ἠνορέη δὲ
  7. ἄπρηκτος τελέθει μέγεθός τʼ εἰς οὐδὲν ἀέξει
  8. ἀνέρος, εἰ μή οἱ πινυτὴ ἐπὶ μῆτις ἕπηται.
  9. αὐτὰρ ἐμοὶ καὶ κάρτος ὁμῶς καὶ μῆτιν ὄπασσαν
  10. ἀθάνατοι· τεῦξαν δὲ μέγʼ Ἀργείοισιν ὄνειαρ.
  11. οὐδὲ μὲν ὡς σώ μʼ ἔφησθα πάρος φεύγοντα σάωσας
  12. δηίου ἐξ ἐνοπῆς· οὐ γὰρ φύγον, ἀλλʼ ἅμα πάντας
  13. Τρῶας ἐπεσσυμένους μένον ἔμπεδον· οἱ δʼ ἐπέχυντο
  14. ἀλκῇ μαιμώωντες· ἐγὼ δʼ ὑπὸ κάρτεϊ χειρῶν
  15. πολλῶν θυμὸν ἔλυσα· σὺ δʼ οὐκ ἄρʼ ἐτήτυμα βάζεις·
  16. οὐ γὰρ ἔμοιγʼ ἐπάμυνας ἀνὰ μόθον ἀλλὰ σοὶ αὐτῷ
  17. ἔστης ἦρα φέρων, μή τίς νύ σε δουρὶ δαμάσσῃ
  18. φεύγοντʼ ἐκ πολέμοιο. νέας δʼ ἐς μέσσον ἔρυσσα
  19. οὔτι περιτρομέων δηίων μένος, ἀλλʼ ἵνα μῆχος
  20. αἰὲν ἅμʼ Ἀτρείδῃσιν ὑπὲρ πολέμοιο φέρωμαι·