Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- θῆκεν, ὅτʼ ἀμφʼ Ἀχιλῆι δεδουπότι δῆρις ὀρώρει,
- ὄφρʼ ἐκ δυσμενέων με καὶ ἀργαλέοιο κυδοιμοῦ
- ἔδρακες ἔντεα καλὰ ποτὶ κλισίας φορέοντα
- αὐτῷ ὁμῶς Ἀχιλῆι δαΐφρονι· νῦν δʼ ἄρα μύθων
- ἰδρείῃ πίσυνος μεγάλων ἐπιμαίεαι ἔργων·
- οὐ γάρ τοι σθένος ἐστὶν ἐν ἔντεσιν ἀκαμάτοισι
- δύμεναι Αἰακίδαο δαΐφρονος, οὐδὲ μέγʼ ἔγχος
- νωμῆσαι παλάμῃσιν· ἐμοὶ δʼ ἄρα πάντα τέτυκται
- ἄρμενα, καί μοι ἔοικε φορήμεναι ἀγλαὰ τεύχη
- οὔτι καταισχύνοντι θεοῦ περικαλλέα δῶρα.
- ἀλλὰ τί ἢ μύθοισιν ἐριδμαίνοντε κακοῖσιν
- ἕσταμεν ἀμφʼ Ἀχιλῆος ἀμύμονος ἀγλαὰ τεύχη;
- ἀλλʼ ἄγε χαλκείῃς πειρήσομεν ἐγχείῃσιν
- ὅστις φέρτερός ἐστιν ἐνὶ φθισήνορι χάρμῃ
- ἀλκῆς γὰρ τόδʼ ἄεθλον ἀρήιον, οὐκ ἀλεγεινῶν
- θῆκεν ἐνὶ μέσσοισιν ἐπέων Θέτις ἀργυρόπεζα·
- μύθων δʼ εἰν ἀγορῇ χρειὼ πέλει ἀνθρώποισιν·
- οἶδα γὰρ ὡς σέο πολλὸν ἀγαυότερος καὶ ἀρείων
- εἰμί· γένος δέ μοί ἐστιν, ὅθεν μεγάλῳ Ἀχιλῆι.
- ὣς φάτο· τὸν δʼ ἀλεγεινὰ παραβλήδην ἐνένιπεν