Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- λύθρου ἔτι πνείουσα καὶ αἵματος Ἑκτορέοιο.
- καὶ τότʼ ἐν Ἀργείοισι Θέτις κυανοκρήδεμνος
- θεσπέσιον φάτο μῦθον ἀκηχεμένη Ἀχιλῆος·
- νῦν μὲν δὴ κατʼ ἀγῶνος ἀέθλια πάντα τελέσθη,
- ὅσσʼ ἐπὶ παιδὶ θανόντι μέγʼ ἀχνυμένη κατέθηκα·
- ἀλλʼ ἴτω ὅς τʼ ἐσάωσε νέκυν καὶ ἄριστος Ἀχαιῶν,
- καί νύ κέ οἱ θηητὰ καὶ ἄμβροτα τεύχἐ ἕσασθαι
- δώσω, ἅ καὶ μακάρεσσι μέγʼ εὔαδεν ἀθανάτοισιν.
- ὥς φάτο· τοὶ δʼ ἀνόρουσαν ἐριδμαίνοντʼ ἐπέεσσιν
- υἱὸς Λαέρταο καὶ ἀντιθέου Τελαμῶνος
- Αἴας, ὅς μέγα πάντας ὑπείρεχεν ἐν Δαναοῖσιν,
- ἀστὴρ ὡς ἀρίδηλος ἀνʼ οὐρανὸν αἰγλήεντα
- ἕσπερος, ὅς μέγα πᾶσι μετʼ ἀστράσι παμφαίνησι·
- τῷ εἰκὼς τεύχεσσι παρίστατο Πηλείδαο·
- ᾔτεε δʼ Ἰδομενῆα κριτὴν καὶ Νηλέος υἷα
- ἠδʼ ἄρα μητιόεντʼ Ἀγαμέμνονα· τοὺς γὰρ ἐώλπει
- ἴδμεναι ἀτρεκέως ἐρικυδέος ἔργα μόθοιο·
- ὥς δʼ αὕτως Ὀδυσεὺς κείνοις ἐπὶ πάγχυ πεποίθει·
- οἱ γὰρ ἔσαν πινυτοὶ καὶ ἀμύμονες ἐν Δαναοῖσι.
- Νέστωρ δʼ Ἰδομενῆι καὶ Ἀτρέος υἱέϊ δίῳ