Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ὅσσα περιδρύφθησαν ἀπὲκ δίφροιο πεσόντες.
- Ἀτρείδης δʼ ἀλίαστον ἐγήθεεν εἵνεκα νίκης·
- καί οἱ ἐϋπλόκαμος Θέτις ὤπασε καλὸν ἄλεισον
- χρύσεον, ἀντιθέοιο μέγα κτέαρ Ἠετίωνος,
- πρὶν Θήβης κλυτὸν ἄστυ διαπραθέειν Ἀχιλῆα.
- ἄλλοι δʼ αὖθʼ ἑτέρωθι μονάμπυκας ἔντυον ἵππους
- ἐς δρόμον ἰθύνοντες, ἕλοντο δὲ χερσὶ βοείας
- μάστιγας, καὶ πάντες ἀναΐξαντες ἐφʼ ἵππων
- ἕζονθʼ· οἱ δὲ χαλινὰ γενειάσιν ἀφρίζοντες
- δάπτον, καὶ ποσὶ γαῖαν ἐπέκτυπον ἐγκονέοντες
- ἐκθορέειν. τοῖς δʼ αἶψα τάθη δρόμος· οἱ δʼ ἀπὸ νύσσης
- καρπαλίμως οἴμησαν ἐριδμαίνειν μεμαῶτες,
- εἴκελοι ἢ Βορέαο μέγα πνείοντος ἀέλλαις
- ἠὲ Νότου κελάδοντος, ὅτʼ εὐρέα πόντον ὀρίνει
- λαίλαπι καὶ ῥιπῇσι, Θυτήριον εὖτʼ ἀλεγεινὸν
- ἀντέλλῃ ναύτῃσι φέρον πολύδακρυν ὀϊζύν·
- ὥς οἵ γʼ ἐσσεύοντο κόνιν ποσὶ καρπαλίμοισιν
- ἐν πεδίῳ κλονέοντες ἀπείριτον· οἱ δʼ ἐλατῆρες
- ἵπποις οἷσιν ἕκαστος ἐκέκλετο, τῇ μὲν ἱμάσθλην
- ταρφέα πεπληγώς, ἑτέρῃ δʼ ἐνὶ χειρὶ τινάσσων