Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- νωλεμὲς ἀμφὶ γένυσσι μέγα κτυπέοντα χαλινόν.
- ἵπποι δʼ ἐρρώοντο· βοὴ δʼ ἀνὰ λαὸν ὀρώρει
- ἄσπετος· οἱ δʼ ἐπέτοντο διὰ πλατέος πεδίοιο.
- καί νύ κεν ἐσσυμένως ἐξ Ἄργεος αἰόλος ἴππος
- νίκησεν μάλα πολλὸν ἐφεζομένου Σθενέλοιο,
- εἰ μὴ ἄρʼ ἐξήρπαξε δρόμου, πεδίον δʼ ἀφίκανε
- πολλάκις· οὐδέ μιν ἐσθλὸς ἐὼν Καπανήιος υἱὸς
- κάμψαι ἐπέσθενε χερσίν, ἐπεί ῥʼ ἔτι νῆις ἀέθλων
- ἵππος ἔην· γενεῇ γε μὲν οὐ κακός, ἀλλὰ θοοῖο
- θεσπέσιον γένος ἔσκεν Ἀρίονος, ὃν τέκεν ἵππων
- Ἅρπυια Ζεφύρῳ πολυηχέϊ φέρτατον ἄλλων
- πολλόν, ἐπεὶ ταχέεσσιν ἐριδμαίνεσκε πόδεσσι
- πατρὸς ἑοῖο θοῇσι καταιγίσι, καί μιν Ἄδρηστος
- ἐκ μακάρων ἔχε δῶρον, ὅθεν γένος ἔπλετο κείνου·
- καί μιν Τυδέος υἱὸς ἑῷ πόρε δῶρον ἑταίρῳ
- Τροίῃ ἐνὶ ξαθέῃ· ὁ δέ οἱ μέγα ποσσὶ πεποιθὼς
- ὠκὺν ἐόντʼ ἐς ἀγῶνα καὶ εἰς ἔριν ἤγαγεν ἵππων
- αὐτὸς ἐνὶ πρώτοισιν ὀϊόμενος μέγα κῦδος
- ἱππασίης ἀνελέσθαι· ὁ δʼ οὔτι οἱ ἦτορ ἴηνεν
- ἀμφʼ Ἀχιλῆος ἄεθλα πονεύμενος· ἦ γὰρ ἔμιμνε [*](Zimmermann, for ἔμελλεν ἱκάνειν of MSS.)