Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἀμφιχέῃ πρώνεσσι Νότου μένος ἤ Ζεφύροιο
- χείματος ἐγρομένου, ὁπότʼ οὔρεα δεύεται ὄμβρῳ.
- ἵπποι δʼ Εὐμήλοιο μέγʼ ἔκθορον, οἱ δʼ ἐφέποντο
- ἀντιθέοιο Θόαντος· ἐπʼ ἄλλῳ δʼ ἄλλος ἀΰτει
- ἅρματι· τοὶ δʼ ἐφέροντο διʼ εὐρυχόρου πεδίοιο [*](There is a long hiatus here: the lost verses contained an account of accidents to Thoas and Eurypylus, and the text resumes in the middle of a speech (by Nestor?) in praise of the horses of Menelaus.)
- ---
- Ἤλιδος ἐκ δίης, ἐπεὶ ἦ μέγα ἔργον ἔρεξε
- παρφθάμενος θοὸν ἅρμα κακόφρονος Οἰνομάοιο,
- ὅς ῥα τότʼ ἠιθέοισιν ἀνηλέα τεῦχεν ὄλεθρον
- κούρης ἀμφὶ γάμοιο περίφρονος Ἱπποδαμείης·
- ἀλλʼ οὐ μὰν κεῖνός γε καὶ ἱππασίῃσι μεμηλὼς
- ἵππους ὠκύποδας τοίους ἔχεν, ἀλλʼ ἄρα πολλὸν
- ποσσὶν ἀφαυροτέρους· οἱ γάρ ῥʼ εἴδοντʼ ἀνέμοισιν.
- ἦ μέγα κυδαίνων ἵππων μένος ἠδὲ καὶ αὐτὸν
- Ἀτρείδην· ὁ γὰρ ἧσι περὶ φρεσὶ γήθεε θυμῷ.
- τοὺς δὲ μέγʼ ἀσθμαίνοντας ἄφαρ θεράποντες ἔλυσαν
- ζεύγλης· οἱ δὲ καὶ αὐτοὶ ἀελλόποδας λύον ἵππους
- πάντες, ὅσοις ἐν ἀγῶνι δρόμου πέρι δῆρις ἐτύχθη.
- ἀντίθεον δὲ Θόαντα καὶ Εὐρύπυλον μενεχάρμην
- ἠκέσατʼ ἐσσυμένως Ποδαλείριος ἕλκεα πάντα,