Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Τροίῃ ἐν ἠγαθέῃ Ἑκάβη τέκετʼ, οὐδʼ ἀπόνητο
  2. ἀγλαΐης· δὴ γάρ μιν ἀταρτηροῦ Ἀχιλῆος
  3. ἔγχος ὁμοῦ καὶ κάτος ἀπήμερσαν βιότοιο·
  4. ὡς δʼ ὁπόθʼ ἑρσήεντα καὶ εὐθαλέοντʼ ἀνὰ κῆπον
  5. ὑδρηλῆς καπέτοιο μάλʼ ἀγχόθι τηλεθάοντα
  6. ἢ στάχυν ἢ μήκωνα, πάρος καρποῖο τυχῆσαι,
  7. κέρσῃ τις δρεπάνῳ νεοθηγέϊ, μηδʼ ἄρʼ ἐάσῃ
  8. ἐς τέλος ἡδὺ μολεῖν μηδʼ ἐς σπόρον ἄλλον ἱκέσθαι,
  9. ἀμήσας κενεόν τε καὶ ἄσπορον ἐσσομένοισι [*](Zimmermann, from P; for αἰθομένοισι, with lacuna, of Koechly.)
  10. μέλλονθʼ ἑρσήεντος ὑπʼ εἴαρος ἀλδαίνεσθαι·
  11. ὣς υἱὸν Πριάμοιο θεοῖς ἐναλίγκιον εἶδος
  12. Πηλείδης κατέπεφνεν, ἔτʼ ἄχνοον, εἰσέτι νύμφης
  13. νηίδα, νηπιάχοισιν ὁμῶς ἔτι κουρίζοντα·
  14. ἀλλά μιν ἐς πόλεμον φθισίμβροτον ἤγαγε Μοῖρα
  15. ἥβης ἀρχόμενον πολυγηθέος, ὁππότε φῶτες
  16. θαρσαλέοι τελέθουσιν, ὅτʼ οὐκέτι δεύεται ἦτορ.
  17. αὐτίκα δʼ αὖτε σόλον περιμήκεά τε βριαρόν τε
  18. πολλοὶ πειρήσαντο θοῆς ἀπὸ χειρὸς ἰῆλαι·
  19. τὸν δʼ οὔτις βαλέειν δύνατο στιβαρὸν μάλʼ ἐόντα
  20. Ἀργείων· οἶος δʼ ἔβαλεν μενεδήιος Αἴας