Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. κεῖνα, τά οἱ τὸ πάροιθε πατὴρ ἑὸς ἐγγυάλιξε·
  2. τοῖσι δʼ ἄρʼ ἐσσυμένως καὶ ἀναλθέα τύμματα φωτῶν
  3. αὐτῆμαρ μορόεντος ὑπὲκ κακοῦ ἰαίνονται·
  4. τῶν δʼ ἄφαρ ἀμφὶ πρόσωπα καὶ εὐκομόωντα κάρηνα
  5. τύμματʼ ἀπαλθαίνοντο, κατηπιόωντο δʼ ἀνῖαι.
  6. ἀμφὶ δὲ τοξοσύνης Τεῦκρος καὶ Ὀϊλέος υἱὸς
  7. ἕστασαν, οἳ καὶ πρόσθε δρόμου πέρι πειρήσαντο.
  8. τῶν δ ἄρα τηλόσε θῆκεν ἐϋμμελίης Ἀγαμέμνων
  9. ἱππόκομον τρυφάλειαν, ἔφη δέ τε· πολλὸν ἀμείνων
  10. ἔσσεται, ὂς κέρσειεν ἄπο τρίχας ὀξέϊ χαλκῷ.
  11. Αἴας δʼ αὐτίκα πρῶτος ἑὸν προέηκε βέλεμνον,
  12. πλῆξε δʼ ἄρα τρυφάλειαν, ἐπηΰτησε δὲ χαλκὸς
  13. ὀξύτατον. Τεῦκρος δὲ μέγʼ ἐγκονέων ἐνὶ θυμῷ,
  14. δεύτερος ἧκεν ὀϊστόν, ἄφαρ δʼ ἀπέκερσεν ἐθείρας
  15. ὀξὺ βέλος· λαοὶ δὲ μέγʼ ἴαχον ἀθρήσαντες,
  16. καί μιν κυδαίνεσκον ἀπείριτον, οὕνεκʼ ἄρʼ αὐτὸν
  17. πληγὴ ἔτʼ ἀλγύνεσκε θοοῦ ποδός, ἀλλά μιν οὔτι
  18. βλάψεν ὑπαὶ παλάμῃσι θοὸν βέλος ἰθύνοντα.
  19. καί οἱ τευχεα καλὰ πόρεν Πηλῆος ἄκοιτις
  20. ἀντιθέου Τρωίλοιο, τὸν ἠιθέων μέγʼ ἄριστον