Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. χειρὸς ἀπὸ κρατερῆς, ὡς εἰ δρυὸς ἀγρονόμοιο
  2. ὄζον ἀπαυανθέντα θέρευς εὐθαλπέος ὥρῃ,
  3. ὁππότε λήια πάντα κατὰ χθονὸς αὐαίνηται.
  4. θάμβησαν δʼ ἄρα πάντες, ὅσον χερὸς ἐξεποτήθη
  5. χαλκός, ὂν ἀνέρε χερσὶ δύω μογέοντες ἄειραν·
  6. τόν ῥα μὲν Ἀνταίοιο βίη ῥίπτασκε πάροιθε
  7. ῥηιδίως ἀπὸ χειρὸς ἑῆς πειρώμενος ἀλκῆς,
  8. πρὶν κρατερῇσι χέρεσσι δαμήμεναι Ἡρακλῆος·
  9. Ἡρακλέης δέ μιν ἠῢς ἑλὼν σὺν ληίδι πολλῇ
  10. ἀκαμάτης ἔχε χειρὸς ἀέθλιον, ἀλλά μιν ἐσθλῷ
  11. ὕστερον Αἰακίδῃ δῶρον πόρεν, ὁππότʼ ἄρʼ αὐτῷ
  12. Ἰλίου εὐπύργοιο συνέπραθε κύδιμον ἄστυ,
  13. κεῖνος δʼ υἱέϊ δῶκεν, ὁ δ ὠκυπόροις ἐνὶ νηυσὶν
  14. ἐς Τροίην μιν ἔνεικεν, ἵνα σφετέροιο τοκῆος
  15. μνωόμενος Τρώεσσιν ἐϋσθενέεσσι μάχηται
  16. προφρονέως, εἴη δὲ πόνος πειρωμένῳ ἀλκῆς·
  17. τόν ῥʼ Αἴας μάλα πολλὸν ἀπὸ στιβαρῆς βάλε χειρός.
  18. καὶ τότε οἱ Νηρηὶς ἀγακλυτὰ τεύχεα δῶκε
  19. Μέμνονος ἀντιθέοιο, τὰ καὶ μέγα θηήσαντο
  20. Ἀργεῖοι· λίην γὰρ ἔσαν περιμήκεα πάντα·