Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ποσσὶ κονιόμενοι, περὶ δὲ βρομέουσι κολῶναι
  2. βρυχῇ ὕπʼ ἀμφοτέρων, τοὶ δʼ ἄσχετα μαιμώωντες
  3. κράατα συμφορέουσιν ἀτειρέα καὶ μέγα κάρτος
  4. δηρόν ἐπʼ ἀλλήλοισι πονεύμενοι, ἐκ δὲ μόγοιο
  5. λάβρον ἀνασθμαίνοντες ἀμείλιχα δηριόωνται,
  6. πουλὺς δʼ ἐκ στομάτων χαμάδις καταχεύεται ἀφρός·
  7. ὥς οἵ γε στιβαρῇσιν ἄδην πονέοντο χέρεσσιν.
  8. ἀμφοτέρων δʼ ἄρα νῶτα καὶ αὐχένες ἀλκήεντες
  9. χερσὶ περικτυπέοντο τετριγότες, εὖτʼ ἐν ὄρεσσι
  10. δένδρἐ ἐπʼ ἀλλήλοισι βαλόντʼ ἐριθηλέας ὄζους.
  11. πολλάκι δʼ Αἴαντος μέγαλου στιβαροὺς ὑπὸ μηροὺς
  12. κάββαλε Τυδείδης κρατερὰς χέρας, ἀλλά μιν οὔτι
  13. ἄψ ὦσαι δύνατο στιβαροῖς ποσὶν ἐμβεβαῶτα·
  14. τὸν δʼ Αἴας καθυπερθεν ἐπεσσύμενος ποτὶ γαῖαν
  15. ἐξ ὤμων ἐτίνασσε κατὰ χθονὸς οὖδας ἐρείδων·
  16. ἄλλοτε δʼ ἀλλοίως ὑπὸ χείρεσι δηριόωντο.
  17. λαοὶ δʼ ἔνθα καὶ ἔνθα μέγʼ ἴαχον εἰσορόωντες,
  18. οἱ μὲν Τυδείδην ἐρικυδέα θαρσύνοντες,
  19. οἱ δὲ βίην Αἴαντος· ὁ δʼ ἄλκιμον ἄνδρα τινάξας
  20. ἐξ ὤμων ἑκάτερθε, βαλὼν δʼ ὑπὸ νηδύα χεῖρας