Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. σὺν δʼ ἔβαλον θήρεσσιν ἐοικότες, οἵ τʼ ἐν ὄρεσσιν
  2. ἀμφʼ ἐλάφοιο μάχονται ἐδητύος ἰσχανόωντες,
  3. ἶσον δʼ ἀμφοτέροισι πέλει σθένος, οὐδέ τις αὐτῶν
  4. λείπεται οὐδʼ ἠβαιὸν ἀταρτηρῶν μάλʼ ἐόντων·
  5. ὥς οἵ γʼ ἶσον ἔχον κρατερὸν μένος. ὀψὲ δʼ ἄρʼ Αἴας
  6. Τυδείδην συνέμαρψεν ὑπὸ στιβαρῇσι χέρεσσιν
  7. ἆξαι ἐπειγόμενος. ὁ δʼ ἄρʼ ἰδρείῃ τε καὶ ἀλκῇ
  8. πλευρὸν ὑποκλίνας Τελαμώνιον ὄβριμον υἷα
  9. ἐσσυμένως ἀνάειρεν ὑπὸ μυῶνος ἐρείσας
  10. ὦμον, καὶ ποδὶ μηρὸν ὑποπλίξας ἑτέρωσε
  11. κάββαλεν ὄβριμον ἄνδρα κατὰ χθονός· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
  12. ἕζετο· τοὶ δʼ ὁμάδησαν. ὁ δʼ ἀσχαλόων ἐνὶ θυμῷ
  13. Αἴας ὀβριμόθυμος ἀνίστατο δεύτερον αὖθις
  14. ὁρμαίνων ἐς δῆριν ἀμείλιχον· αἶψα δὲ χερσὶ
  15. σμερδαλέῃσι κόνιν κατεχεύατο, καὶ μέγα θύων
  16. Τυδείδην ἐς μέσσον ἀΰτεεν· ὅς δέ μιν οὔτι
  17. ταρβήσας οἴμησε καταντίον· ἀμφὶ δὲ πολλὴ
  18. ποσσὶν ὕπʼ ἀμφοτέρων κόνις ὤρνυτο· τοὶ δʼ ἑκάτερθε
  19. ταῦροι ὅπως συνόρουσαν ἀταρβέες, οἵ τʼ ἐν ὄρεσσι
  20. θαρσαλέου μένεος πειρώμενοι εἰς ἕν ἵκωνται