Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἐσσυμένως ἐφέηκε κατὰ χθονὸς ἠΰτε πέτρην
- ἀλκῇ ὑπὸ σθεναρῇ· μέγα δʼ ἴαχε Τρώιον οὖδας
- Τυδείδαο πεσόντος· ἐπηΰτησε δὲ λαός.
- ἀλλὰ καὶ ὥς ἀνόρουσεν ἐελδόμενος πονέετθαι
- τὸ τρίτον ἀμφʼ Αἴαντα πελώριον· ἀλλʼ ἄρα Νέστωρ
- ἔστη ἐνὶ μέσσοισι καὶ ἀμφοτέροισι μετηύδα·
- ἴσχεσθʼ, ἀγλαὰ τέκνα, παλαισμοσύνης ὑπερόπλου·
- ἴδμεν γὰρ δὴ πάντες, ὅσον προφερέστεροί ἐστε
- Ἀργείων μεγάλοιο καταφθιμένου Ἀχιλῆος.
- ὥς φάτο· τοὶ δʼ ἴσχοντο πονεύμενοι· ἐκ δὲ μετώπων
- χερσὶν ἄδην μόρξαντο κατεσσύμενόν περ ἱδρῶτα·
- κύσσαν δʼ ἀλλήλους, φιλότητι δὲ δῆριν ἔθεντο.
- τοῖς δʼ ἄρα ληιάδας πίσυρας πόρε πότνα θεάων
- δῖα Θέτις· τὰς δʼ αὐτοὶ ἐθηήσαντο ἰδόντες
- ἥρωες κρατεροὶ καὶ ἀταρβέες, οὕνεκα πασέων
- ληιάδων προφέρεσκον ἐϋφροσύνῃ τε καὶ ἔργοις
- νόσφιν ἐϋπλοκάμου Βρισηίδος, ἅς ποτʼ Ἀχιλλεὺς
- ληίσατʼ ἐκ Λέσβοιο, νόον δʼ ἐπετέρπετο τῇσι·
- καί ῥʼ ἡ μὲν δόρποιο πέλεν ταμίη καὶ ἐδωδῆς,
- ἡ δʼ ἄρα δαινυμένοισι παροινοχόει μέθυ λαρόν,