Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. δὴ τότε που Τεύκροιο μένος καὶ γυῖα πέδησαν
  2. ἀθάνατοι· τὸν γάρ ῥα θεὸς βάλεν ἠέ τις ἄτη
  3. ὄζον ἐς ἀλγινόεντα βαθυρρίζοιο μυρίκης·
  4. τῷ δʼ ἄρʼ ἐνιχριμφθεὶς χαμάδις πέσε· τοῦ δʼ ἀλεγεινῶς
  5. ἄκρον ἀνεγνάμφθη λαιοῦ ποδός, αἱ δʼ ὑπανέσταν
  6. οἰδαλέαι ἑκάτερθε περὶ φλέβες. οἱ δʼ ἰάχησαν
  7. Ἀργεῖοι κατʼ ἀγῶνα· παρήιξεν δέ μιν Αἴας
  8. γηθόσυνος· λαοὶ δὲ συνέδραμον, οἵ οἱ ἕποντο,
  9. Λοκροί· αἶψα δὲ χάρμα περὶ φρένας ἤλυθε πάντων·
  10. ἐκ δʼ ἔλασαν κατὰ νῆας ἀγοῦ βόας, ὄφρα νέμωνται.
  11. Τεῦκρον δʼ ἐσσυμένως ἕταρο; περιποιπνύοντες
  12. ἦγου ἐπισκάζοντα· θοῶς δέ οἱ ἰητῆρες
  13. ἐκ ποδὸς αἷμʼ ἀφέλοντο, θέσαν δʼ ἐφύπερθε μοτάων
  14. εἴρἰ ἄδην δεύσαντες ἀλείφασιν· ἀμφὶ δὲ μίτρην
  15. δήσαντʼ ἐνδυκέως· ὀλοὰς δʼ ἐκέδασσαν ἀνίας.
  16. ἄλλω δʼ αὖθʼ ἑτέρωθι παλαισμοσύνης ὑπερόπλου
  17. καρπαλίμως μνώοντο δύω κρατερόφρονε φῶτε,
  18. Τυδέος ἱπποδάμοιο πάϊς καὶ ὑπέρβιος Αἴας,
  19. οἵ ῥʼ ἴσαν ἐς μέσσον· θάμβος δʼ ἔχεν ἀθρήσαντας
  20. Ἀργείους· ἄμφω γὰρ ἔσαν μακάρεσσαν ὁμοῖοι.