Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Ἀργεῖοι καὶ σῆμα πελώριον ἀμφεβάλοντο
  2. ἀκτῇ ἐπʼ ἀκροτάτῃ παρὰ βένθεσιν Ἑλλησπόντου
  3. Μυρμιδόνων βασιλῆα θρασὺν περικωκύοντες.
  4. οὐδὲ μὲν ἄμβροτοι ἵπποι ἀταρβέος Αἰακίδαο
  5. μίμνον ἀδάκρυτοι παρὰ νήεσιν, ἀλλὰ καὶ αὐτοὶ
  6. μύροντο σφετέροιο δαϊκταμένου βασιλῆος,
  7. οὐδʼ ἔθελον μογεροῖσιν ἔτʼ ἀνδράσιν οὐδὲ μὲν ἵπποις
  8. μίσγεσθʼ Ἀργείων ὀλοὸν περὶ πένθος ἔχοντες,
  9. ἀλλʼ ὑπὲρ ὠκεανοῖο ῥοὰς καὶ Τηθύος ἄντρα
  10. ἀνθρώπων ἀπάτερθεν ὀϊζυρῶν φορέεσθαι,
  11. ἧχί σφεας τὸ πάροιθεν ἐγείνατο δῖα Ποδάργη
  12. ἄμφω ἀελλόποδας Ζεφύρῳ κελάδοντι μιγεῖσα.
  13. καί νύ κεν αἶψʼ ἐτέλεσσαν ὅσα σφίσι μήδετο θυμός,
  14. εἰ μή σφεας κατέρυξε θεῶν νόος, ὄφρʼ ʼ Αχιλῆος
  15. ἔλθοι ἀπὸ Σκύροιο θοὸς πάϊς, ὅν ῥα καὶ αὐτοὶ
  16. δέχνυνθʼ , ὁππόθʼ ἵκοιτο ποτὶ στρατόν, οὕνεκʼ ἄρα σφι
  17. θέσφατα γεινομένοισι Χάους ἱεροῖο θύγατρες
  18. Μοῖραι ἐπεκλώσαντο καὶ ἀθανάτοις περ ἐοῦσι
  19. πρῶτα Ποσειδάωνι δαμήμεναι, αὐτὰρ ἔπειτα
  20. θαρσαλέῳ Πηλῆι καὶ ἀκαμάτῳ ʼ Αχιλῆι,