Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἤνυσε πῦρ ἀΐδηλον ἀποκταμένων περὶ νεκρῷ
  2. ἵππων τʼ αἰζηῶν τε, καὶ ἄλλʼ ὅσα δακρυχέοντες
  3. ὄβριμον ἀμφὶ νέκυν κειμήλια θῆκαν ʼ Αχαιοί,
  4. δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν· ὀστέα δʼ αὐτοῦ
  5. φαίνετʼ ἀριφραδέως, ἐπεὶ οὐχ ἑτέροισιν ὁμοῖα
  6. ἦν, ἀλλʼ οἷα Γίγαντος ἀτειρέος, οὐδὲ μὲν ἄλλα
  7. σὺν κείνοις ἐμέμικτʼ , ἐπεὶ ἦ βόες ἠδὲ καὶ ἵπποι
  8. καὶ παῖδες Τρώων μίγδα κταμένοισι καὶ ἄλλοις
  9. βαιὸν ἄπωθε κέοντο περὶ νέκυν, ὃς δʼ ἐνὶ μέσσοις
  10. ῥιπῇ ὕφʼ Ἡφαίστοιο δεδμημένος οἶος ἔκειτο.
  11. τοῦ δὲ καὶ ὀστέα πάντα περιστενάχοντες ἑταῖροι
  12. ἄλλεγον ἐς χηλὸν πολυχανδέα τε βριαρήν τε
  13. ἀργυρέην, χρυσῷ δὲ διαυγέϊ πᾶσʼ ἐκέκαστο·
  14. καὶ τὰ μὲν ἀμβροσίῃ καὶ ἀλείφασι πάγχυ δίηναν
  15. κοῦραι Νηρῆος μέγʼ Ἀχιλλέα κυδαίνουσαι,
  16. ἐς δὲ βοῶν δημὸν θέσαν ἀθρόα πάγχυ χέασαι
  17. σὺν μέλιτι λιαρῷ· μήτηρ δέ οἱ ἀμφιφορῆα
  18. ὤπασε, τόν ῥα πάροιθε Διώνυσος πόρε δῶρον,
  19. Ἡφαίστου κλυτὸν ἔργον ἐΰφρονος· ᾧ ἔνι θῆκαν
  20. ὀστέʼ Ἀχιλλῆος μεγαλήτορος· ἀμφὶ δὲ τύμβον