Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- τέτρατον αὖτʼ ἐπὶ τοῖσι Νεοπτολέμῳ μεγαθύμῳ,
- τὸν καὶ ἐς Ἠλύσιον πεδίον μετόπισθεν ἔμελλον
- Ζηνὸς ὑπʼ ἐννεσίῃσι φέρειν μακάρων ἐπὶ γαῖαν.
- τοὔνεκα καὶ στυγερῇ βεβολημένοι ἦτορ ἀνίῃ
- μίμνον πὰρ νήεσσιν ἑὸν κατὰ θυμὸν ἄνακτα
- τὸν μὲν ἀκηχέμενοι τὸν δʼ αὖ ποθέοντες ἰδέσθαι.
- καὶ τότʼ ἐριγδούποιο λιπὼν ἁλὸς ὄβριμον οἶδμα
- ἤλυθεν Ἐννοσίγαιος ἐπʼ ᾐόνας· οὐδέ μιν ἄνδρες
- ἔδρακον, ἀλλὰ θεῇσι παρίστατο Νηρηίνῃς·
- καί ῥα Θέτιν προσέειπεν ἔτʼ ἀχνυμένην Λ̓χιλῆος·
- ἴσχεο νῦν περὶ παιδὸς ἀπειρέσιον γοόωσα·
- οὐ γὰρ ὅ γε φθιμένοισι μετέσσεται, ἀλλὰ θεοῖσιν
- ὡς ἀῢς Διόνυσος ἰδὲ σθένος Ἡρακλῆος·
- οὐ γάρ μιν μόρος αἰνὸς ὑπὸ ζόφον αἰὲν ἐρύξει
- οὐδʼ Ἀΐδης, ἀλλʼ αἶψα καὶ ἐς Διὸς ἵξεται αὐγάς·
- καί οἱ δῶρον ἔγωγε θεουδέα νῆσον ὀπάσσω
- Εὔξεινον κατὰ πόντον, ὅπῃ θεὸς ἔσσεται αἰεὶ
- σὸς πάϊς· ἀμφὶ δὲ φῦλα περικτιόνων μέγα λαῶν
- κεῖνον κυδαίνοντα θυηπολίῃς ἐρατεινῇς
- ἶσον ἐμοὶ τίσουσι· σὺ δʼ ἴσχεο κωκύουσα