Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἠέρα δʼ ἐσσάμενος στυγερὸν προέηκε Βέλεμνον,
  2. καί ἑ θοῶς οὔτησε κατὰ σφυρόν· αἶψα δʼ ἀνῖαι
  3. δῦσαν ὑπὸ κραδίην· ὁ δʼ ἀνετράπετʼ ἠΰτε πύργος,
  4. ὅν τε βίη τυφῶνος ὑποχθονίῃ στροφάλιγγι
  5. ῥήξῃ ὑπὲρ δαπέδοιο κραδαινομένης βαθὺ γαίης·
  6. ὣς ἐκλίθη δέμας ἠῢ κατʼ οὔδεος Αἰακίδαο.
  7. ἀμφὶ δὲ παπτήνας ὀλοὸν καὶ ---
  8. ---† ἔπος ἀκράαντον ὁμόκλα·
  9. τίς νύ μοι αἰνὸν ὀϊστὸν ἐπιπροέηκε κρυφηδόν;
  10. τλήτω μευ κατέναντα καὶ εἰς ἀναφανδὸν ἱκέσθαι,
  11. ὄφρα δέ οἱ μέλαν αἷμα καὶ ἔγκατα πάντα χυθείη
  12. ἡμετέρῳ περὶ δουρὶ καὶ Ἄϊδα λυγρὸν ἵκηται·
  13. οἶδα γὰρ ὡς οὔτις με δυνήσεται ἐγγύθεν ἐλθὼν
  14. ἐγχείῃ δαμάσασθαι ἐπιχθονίων ἡρώων,
  15. οὐδʼ εἴπερ στέρνοισι μάλʼ ἄτρομον ἦτορ ἔχῃσιν,
  16. ἄτρομον ἦτορ ἔχῃσι λίην καὶ χάλκεος εἴη·
  17. κρύβδα δʼ ἀνάλκιδες αἰὲν ἀγαυοτέρους λοχόωσι.
  18. τῷ μευ ἴτω κατέναντα, καὶ εἰ θεὸς εὔχεται εἶναι
  19. χωόμενος Δαναοῖς, ἐπεὶ ἦ νύ μοι ἦτορ ἔολπεν
  20. ἔμμεναι Ἀπόλλωνα λυγρῇ κεκαλυμμένον ὄρφνῃ.