Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὣς γάρ μοι τὸ πάροιθε φίλη διεπέφραδε μήτηρ
  2. κείνου ὑπαὶ βελέεσσιν ὀϊζυρῶς ἀπολέσθαι
  3. Σκαιῇς ἀμφὶ πύλῃσι· τὸ δʼ οὐκ ἀνεμώλιον ἦεν.
  4. ἦ καὶ λυγρὸν ὀϊστὸν ἀμειλίκτοισι χέρεσσιν
  5. ἕλκεος ἐξείρυσσεν ἀναλθέος· ἐκ δέ οἱ αἷμα
  6. ἔσσυτο τειρομένοιο· πότμος δέ οἱ ἦτορ ἐδάμνα.
  7. ἀσχαλόων δʼ ἔρριψε βέλος· τὸ δʼ ἄρʼ αἶψα κιοῦσαι
  8. πνοιαὶ ἀνηρείψαντο, δόσαν δέ μιν Ἀπόλλωνι
  9. ἐς Διὸς οἰχομένῳ ζάθεον πέδον· οὐ γὰρ ἐῴκει
  10. ἄμβροτον ἰὸν ὀλέσθαι ἀπʼ ἀθανάτοιο μολόντα.
  11. δεξάμενος δʼ ὅ γε κραιπνὸς ἀφίκετο μακρὸν Ὄλυμπον
  12. ἄλλων ἀθανάτων ἐς ὁμήγυριν, ᾗχι μάλιστα
  13. πανσυδίῃ ἀγέροντο μάχην ἐσορώμενοι ἀνδρῶν·
  14. οἱ μὲν γὰρ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι
  15. οἱ δʼ αὖτʼ Ἀργείοις, διὰ δʼ ἄνδιχα μητιόωντες
  16. δέρκοντο κτείνοντας ἀνὰ μόθον ὀλλυμένους τε.
  17. τὸν δʼ ὁπότʼ εἰσενόησε Διὸς πινυτὴ παράκοιτις,
  18. αὐτίκα μιν νείκεσσεν ἀνιηροῖς ἐπέεσσιν·
  19. Φοῖβε, τί ἢ τόδʼ ἔρεξας ἀτάσθαλον ἤματι τῷδε,
  20. λησάμενος κείνοιο, τὸν ἀθάνατοι γάμον αὐτοὶ