Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οὔ σʼ ἔτι δυσμενέεσσι κακὰς ἐπὶ κῆρας ἰάλλειν,
  2. μή σε καὶ ἀθανάτων τις ἀπʼ Οὐλύμποιο χαλέψῃ.
  3. ὣς ἄρʼ ἔφη· ὁ δʼ ἄρʼ οὔτι θεοῦ τρέσεν ἄμβροτον αὐδήν·
  4. ἤδη γάρ οἱ Κῆρες ἀμείλιχοι ἀμφεποτῶντο·
  5. τοὔνεκʼ ἄρʼ οὐκ ἀλέγιζε θεοῦ, μέγα δʼ ἴαχεν ἄντην·
  6. Φοῖβε, τί ἤ με θεοῖσι καὶ οὐ μεμαῶτα μάχεσθαι
  7. ὀτρύνεις Τρώεσσιν ὑπερφιάλοισιν ἀμύνων;
  8. ἤδη γὰρ καὶ πρόσθε μʼ ἀποστρέψας ὀρυμαγδοῦ
  9. ἤπαφες, ὁππότε πρῶτον ὑπεξεσάωσας ὀλέθρου
  10. Ἕκτορα, τῷ μέγα Τρῶες ἀνὰ πτόλιν εὐχετόωντο.
  11. ἀλλʼ ἀναχάζεο τῆλε καὶ ἐς μακάρων ἕδος ἄλλων
  12. ἔρχεο, μή σε βάλοιμι καὶ ἀθάνατόν περ ἐόντα.
  13. ὣς εἰπὼν ἀπάτερθε θεὸν λίπε, βῆ δʼ ἐπὶ Τρῶας,
  14. οἵ ῥʼ ἔτι που φεύγεσκον ἀεὶ προπάροιθε πόληος,
  15. καὶ τοὺς μὲν σεύεσκεν· ὁ δʼ ἀσχαλόων ἐνὶ θυμῷ
  16. Φοῖβος ἑὸν κατὰ θυμὸν ἔπος ποτὶ τοῖον ἔειπεν·
  17. ὦ πόποι, ὡς ὅ γε μαίνετʼ ἀνὰ φρένας· ἀλλά οἱ οὔτι
  18. οὐδʼ αὐτὸς Κρονίδης ἔτʼ ἀλέξεται [*](Zimmermann, for a)ne/cetai of v.) οὔτε τις ἄλλος
  19. οὕτω μαργαίνοντι καὶ ἀντιόωντι[*](Zimmermann, for a)ntio/wnta.) θεοῖσιν.
  20. ὣς ἄρʼ ἔφη, καὶ ἄϊστος ὁμοῦ νεφέεσσιν ἐτύχθη·