Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἐκκέχυται στυφελοῖο κατʼ οὔδεος, ἀμφὶ δὲ πάχνη
  2. τήκεθʼ ὁμῶς εὔρῳ τε καὶ ἠελίοιο βολῇσι.
  3. καὶ τότε δή ῥʼ ἐσάκουσαν ὀρινομένοιο γόοιο
  4. θυγατέρες Νηρῆος, ὅσαι μέγα βένθος ἔχουσι·
  5. πάσῃσιν δʼ ἀλεγεινόν ὑπὸ κραδίην πέσεν ἄλγος·
  6. οἰκτρὸν δʼ ἐστονάχησαν, ἐπίαχε δʼ Ἑλλήσποντος·
  7. ἀμφὶ δὲ κυανέοισι καλυψάμεναι χρόα πέπλοις
  8. ἐσσυμένως οἴμησαν, ὅπῃ στόλος ἔπλετἈχαιῶν,
  9. πανσυδίῃ πολιοῖο διʼ οἴδματος· ἀμφὶ δʼ ἄρα σφι
  10. νισσομένῃσι θάλασσα διίστατο· ταὶ δʼ ἐρέροντο
  11. κλαγγηδόν, κραιπνῇσιν ἐειδόμεναι γεράνοισιν
  12. ὀσσομένῃς μέγα χεῖμα· περιστενάχοντο δὲ λυγρὸν
  13. κήτεα μυρομένῃσιν· ἔσαν δʼ ἄφαρ ᾗχι νέοντο
  14. παῖδα κασιγνήτης κρατερόφρονα κωκύουσαι
  15. ἐκπάγλως. Μοῦσαι δὲ θοῶς Ἑλικῶνα λιποῦσαι
  16. ἤλυθον ἄλγος ἄλαστον ἐνὶ στέρνοισιν ἔχουσαι
  17. ἀρνύμεναι τιμήν ἑλικώπιδι Νηρηίνῃ·
  18. Ζεύς δὲ μέγʼ Ἀργείοισι καὶ ἄτρομον ἔμβαλε θάρσος,
  19. ὄφρα μὴ ἐσθλὸν ὅμιλον ὑποδδείσωσι θεάων
  20. ἀμφαδὸν ἀθρήσαντες ἀνά στρατόν· αἱ δʼ Ἀχιλῆος