Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ὦ μοι ἐγὼ πάντων περιώσιον αἰνὰ παθοῦσα·
- οὐ γάρ μοι τόσσον περ ἐπήλυθεν ἄλλο τι πῆμα,
- οὔτε κασιγνήτων οὔτʼ εὐρυχόρου περὶ πάτρης,
- ὅσσον σεῖο θανόντος· ἐπεὶ σύ μοι ἱερὸν ἦμαρ
- καὶ φάος ἠελίοιο πέλες καὶ μείλιχος αἰὼν
- ἐλπωρή τʼ ἀγαθοῖο καὶ ἄσπετον ἄλκαρ ἀνίης
- πάσης τʼ ἀγλαΐης πολὺ φέρτερος ἠδὲ τοκήων
- ἔπλεο· πάντα γάρ οἶος ἔης δμωῇ περ ἐούσῃ·
- καί ῥά μʼ ἔθηκας ἄκοιτιν ἐλὼν ἄπο δούλια ἔργα.
- νῦν δέ τις ἐν νήεσσιν Ἀχαιῶν ἄξεται ἄλλος
- Σπάρτην εἰς ἐρίβωλον ἤ ἐς πολυδίψιον Ἄργος·
- καί νύ κεν ἀμφιπολεῦσα κακὰς ὑποτλήσομʼ ἀνίας
- σεῦ ἀπονοσφισθεῖσα δυαάμμορος· ὡς ὄφελόν με
- γαῖα χυτή ἐκάλυψε, πάρος δέο πότμον ἰδέσθαι.
- ὣς ἡ μὲν δμηθέντʼ ὀλοφύρετο Πηλείωνα
- δμωῇς σὺν μογερῇσι καί ἀχνυμένοισιν Ἀχαιοῖς
- μυρομένη καὶ ἄνακτα καὶ ἀνέρα· τῆς δʼ ἀλεγεινὸν
- οὔποτʼ ἐιέρσετο δάκρυ, κατείβετο δʼ ἄχρις ἐπʼ οὖδας
- ἐκ βλεφάρων, ὡσεί τε μέλαν κατὰ πίδακος ὕδωρ
- πετραίης, ἦς πουλὺς ὕπερ παγετός τε χιών τε