Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀμφὶ νέκυν στενάχοντο καὶ ἀθάνατοί περ ἐοῦσαι
  2. πᾶσαι ὁμῶς· ἀκταὶ δὲ περίαχον Ἑλλησπόντου·
  3. δεύετο δὲ χθὼν πᾶσα περὶ νέκυν Αἰακίδαο
  4. δάκρυσιν· ὥς μέγα πένθος ἀνέστενον· ἀμφὶ δὲ λαῶν
  5. μυρομένων δακρύοισι φορύνετο τεύχεα πάντα
  6. καὶ κλισίαι καὶ νῆες, ἐπεὶ μέγα πένθος ὀρώρει.
  7. μήτηρ δʼ ἀμφιχυθεῖσα κύσε στόμα Πηλείωνος
  8. παιδὸς ἑοῦ, καὶ τοῖον ἔπος φάτο δακρυχέουσα·
  9. γηθείτω ῥοδόπεπλος ἀνʼ οὐρανόν Ἠριγένεια,
  10. γηθείτω φρεσὶν ᾖσι μεθεὶς χόλον Ἀστεροπαίου
  11. ἄξιος εὐρυρέεθρος ἰδὲ Πριάμοιο γενέθλη·
  12. αὐτάρ ἐγὼ πρὸς Ὄλυμπον ἀφίξομαι, ἀμφί δὲ ποσσὶ
  13. κείσομαι ἀθανάτοιο Διὸς μεγάλα στενάχουσα,
  14. οὕνεκά μʼ οὐκ ἐθέλουσαν ὑπʼ ἀνέρι δῶκε δαμῆναι,
  15. ἀνέρι, τὸν τάχα γῆρας ἀμείλιχον ἀμφιμέμαρπε,
  16. κῆρές τʼ ἐγγὺς ἔασι τέλος θανάτοιο φέρουσαι.
  17. ἀλλά μοι οὐ κείνοιο μέλει τόσον, ὡς Ἀχιλῆος,
  18. ὅν μοι Ζεύς κατένευσεν ἐν Αἰακίδαο δόμοισιν
  19. ἴφθιμον θήσειν, ἐπεὶ οὔτι μοι ἥνδανεν εὐνή·
  20. ἀλλʼ ὁτὲ μὲν ζαὴς ἄνεμος πέλον, ἄλλοτε δʼ ὕδωρ,