Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- θέλγεις, ὃς κατένευσας ἐμοὶ Πριάμοιο ἄνακτος
- ἄστυ διαπραθέειν, νῦν δʼ οὐ τελέεις ὅσʼ ὑπέστης,
- ἀλλὰ λίην ἀπάφησας ἐμὰς φρένας· οὐ γὰρ ὀΐω
- εὑρέμεναι πολέμοιο τέκμωρ φθιμένου Ἀχιλῆος.
- ὣς ἔφατʼ ἀχνύμενος κέαρ ἔνδοθεν· ἀμφὶ δὲ λαοὶ
- κώκυον ἐκ θυμοῖο θρασὺν περὶ Πηλείωνα·
- τοῖς δʼ ἄρʼ ἐπεβρόμεον νῆες περιμυρομένοισιν·
- ἠχὴ δʼ ἄσπετος ὦρτο διʼ αἰθέρος ἀκαμάτοιο.
- ὡς δʼ ὅτε κύματα μακρὰ βίῃ μεγάλου ἀνέμοιο
- ὀρνύμενʼ ἐκ πόντοιο πρὸς ἠιόνας φορέονται
- σμερδαλέον, πάντη δἐ προσαγνυμένης ἁλὸς αἰεὶ
- ἀκταὶ ὁμῶς ῥηγμῖσιν ἀπειρέσιαι βοόωσι·
- τοῖος ἄρʼ ἀμφὶ νέκυν Δαναῶν στόνος αἰνὸς ὀρώρει
- μυρομένων ἄλληκτον ἀταρβέα Πηλείωνα.
- καί σφιν ὀδυρομένοισα τάχʼ ἤλυθε κυανέη νύξ,
- εἰ μὴ ἄρʼ Ἀτρείδην προσεφώνεε Νηλέος υἱὸς
- Νέστωρ, ὅς ῥά τʼ ἔχεσκεν ἐνὶ φρεσὶ μυρίου ἄλγος
- μνησάμενος σφοῦ παιδὸς ἐΰφρονος Ἀντιλόχοιο·
- Ἀργείων σκηπτοῦχε μέγα κρατέων Ἀγάμεμνον,
- νῦν μὲν ἀποσχώμεσθα δυσηχέος αἶψα γόοιο