Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. νῦν δὲ σύγʼ οἴχῃ ἄϊστος ὑπὸ ζόφον· ἀμφὶ δʼ ἐμὸν κῆρ
  2. ἄχνυτʼ ὀϊζυρῶς, ἐπεὶ ἦ νύ με κῆδος [*](Zimmermann, for qumo\s of MSS.) ἰάπτει
  3. λευγαλέον· τὸ καὶ εἴθε καταφθίσειε γοῶντα
  4. πρὶν Πηλῆα πυθέσθαι ἀμύμονα, τόν περ ὀΐω
  5. κωκύσειν ἀλίαστον, ὅτʼ ἀμφί ἑ φῆμις ἵκηται·
  6. οἴκτιστον γὰρ νῶιν ὑπὲρ σέθεν ἔσσεται ἄλγος
  7. πατρί τε σῷ καὶ ἐμοί, τοί περ μέγα σεῖο θανόντος
  8. ἀχνύμενοι τάχα γαῖαν ὑπὲρ Διὸς ἄσχετον Αἶσαν
  9. δυσόμεθʼ ἐσσυμένως· καί κεν πολὺ λώιον εἴη,
  10. ἢ ζώειν ἀπάνευθεν ἀοσσητῆρος ἑοῖο.
  11. ἦ ῥʼ ὁ γέρων ἀλίαστον ἐνὶ φρεσὶ πένθος ἀέξων.
  12. πὰρ δέ οἱ Ἀτρείδης ὀλοφύρετο δάκρυα χεύων·
  13. ᾤμωξεν δʼ ὀδύνῃσι μέγʼ αἰθόμενος κέαρ ἔνδον·
  14. ὤλεο, Πηλείδη, Δαναῶν μέγα φέρτατε πάντων,
  15. ὤλεο, καὶ στρατὸν εὐρὺν ἀνερκέα θῆκας Ἀχαιῶν·
  16. ῥηίτεροι δʼ ἄρα σεῖο καταφθιμένοιο πέλονται
  17. δυσμενέσιν· σὺ δὲ χάρμα πεσὼν μέγα Τρωσὶν ἔθηκας,
  18. οἵ σε πάρος φοβέοντο λέονθʼ ὡς αἰόλα μῆλα·
  19. νῦν δʼ ἐπὶ νηυσὶ θοῇσι λιλαιόμενοι μαχέονται.
  20. Ζεῦ πάτερ, ἦ ῥά τι καὶ σὺ βροτοὺς ψευδέσσι λόγοισι