Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- σήμερον· οὐ γὰρ ἔτʼ αὖθις ἐρωήσει τις Ἀχαιοὺς
- κλαυθμοῦ ἄδην κορέσασθαι ἐπʼ ἤματα πολλὰ γοῶντας.
- ἀλλʼ ἄγε δὴ βρότον αἰνὸν ἀταρβέος Αἰακίδαο
- λούσαντες λεχέεσσʼ ἐνιθείομεν· οὐ γὰρ ἔοικεν
- αἰσχύνειν ἐπὶ δηρὸν ἀκηδείῃσι θανόντας.
- καὶ τὰ μὲν ὣς ἐπέτελλε περίφρων Νηλέος υἱός·
- αὐτὰρ ὅ γʼ οἷς ἑτάροισιν ἐπισπέρχων ἐκέλευεν
- ὕδατος ἐν πυρὶ θέντας ἄφαρ κρυεροῖο λέβητας
- θερμῆναι λοῦσαί τε νέκυν, περί θʼ εἵματα ἕσσαι
- καλά, τά οἱ πόρε παιδὶ φίλῳ ἁλιπόρφυρα μήτηρ
- ἐς Τροίην ἀνιόντι. θοῶς δʼ ἐπίθησαν ἄνακτι·
- ἐνδυκέως δʼ ἄρα πάντα πονησάμενοι κατὰ κόσμον
- κάτθεσαν ἐν κλισίῃσι δεδουπότα Πηλείωνα.
- τὸν δʼ ἐσιδοῦσʼ ἐλέησε περίφρων Τριτογένεια·
- στάζε δʼ ἄρʼ ἀμβροσίην κατὰ κράατος, ἥν ῥά τέ φασι
- δηρὸν ἐρυκακέειν νεαρὸν χρόα κηρὶ δαμέντων·
- θῆκε δʼ ἄρ ἐρσήεντα καὶ εἴκελον ἀμπνείοντι·
- σμερδαλὲον δʼ ἄρʼ ἐπισκύνιον νεκρῷ περ ἐτευξεν,
- οἶόν τʼ ἀμφʼ ἑτάροιο δαϊκταμένου Πατρόκλοιο
- χωομένῳ ἐπέκειτο κατὰ βλοσυροῖο προσώπου·