Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Φοῖνιξ δʼ δὖθʼ ὁ γεραιὸς ἀάσπετα κωκύεσκεν
  2. ἀμφιχυθεὶς δέμας ἠῢ θρασύφρονος Αἰακίδαο·
  3. καί ῥʼ ὀλοφυδνὸν ἄϋσε μέγʼ ἀχνύμενος πινυτὸν κῆρ·
  4. ὤλεό μοι, φίλε τέκνον, ἐμοὶ δʼ ἄχος αἰὲν ἄφυκτον
  5. κάλλιπες· ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει
  6. πρὶν σέο πότμον ἰδέσθαι ἁμείλιχον· οὐ γὰρ ἔμοιγε
  7. ἄλλο χερειότερον ποτʼ ἐσήλυθεν ἐς φρένα πῆμα,
  8. οὐδʼ ὅτε πατρίδʼ ἐμὴν λιπόμην ἀγανούς τε τοκῆας
  9. φεύγων ἐς Πηλῆα διʼ Ἑλλάδος, ὅς μʼ ὑπέδεκτο,
  10. καί μοι δῶρα πόρεν, Δολόπεσσι δὲ θῆκεν ἀνάσσειν
  11. καὶ σέ γʼ ἐν ἀγκοίνῃσι φορεύμενος ἀμφὶ μέλαθρον
  12. κόλπῳ ἐμῷ κατέθηκε καὶ ἐνδυκέως ἐπέτελλε
  13. νηπίαχον κομέειν, ὡσεὶ φίλον υἷα γεγῶτα·
  14. τῷ πιθόμην· σὺ δʼ ἐμοῖσι περὶ στέρνοισι γεγηθὼς
  15. πολλάκι παππάζεσκες ἔτʼ ἄκριτα χείλεσι βάζων,
  16. καί μευ νηπιέῃσιν ἄδην ἐνὶ σῇσι δίηνας
  17. στήθεά τʼ ἠδὲ χιτῶνας· ἔχον δέ σε χερσὶν ἐμῇσι
  18. πολλὸν καγχαλόων, ἐπεὶ ἦ νύ μοι ἦτορ ἐώλπει
  19. θρέψειν κηδεμονῆα βίου καὶ γήραος ἄλκαρ.
  20. καὶ τὰ μὲν ἐλπομένῳ βαιὸν χρόνον ἔπλετο πάντα.