Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἠδὲ περὶ κροτάφοισιν ἐπισταμένως ἐς Ἄρηα
  2. εὖ θέσθαι πήληκα καὶ ἐν παλάμῃ δόρυ πῆλαι
  3. καὶ χαλκὸν δηΐοισι περὶ στέρνοισι δαΐξαι
  4. ἰοῖσίν γʼ ἀπάνευθεν ἀπεσσύμενος πολεμίζει· [*](Zimmermann, for e)pessu/menos polemi/zein of MSS.)
  5. εἰ γάρ σευ κατέναντα τότʼ ἤλυθεν, ὅς σʼ ἔβαλέν περ,
  6. οὐκ ἄν ἀνουτητί γε τεοῦ φύγεν ἔγχεος ὁρμήν·
  7. ἀλλὰ Ζεὺς τάχα που τάδε μήδετο πάντʼ ἀπολέσσαι,
  8. ἡμέων δʼ ἐν καμάτοισιν ἐτώσια ἔργα τίθησιν·
  9. ἤδη γὰρ Τρώεσσι κατʼ Ἀργείων τάχα νίκην
  10. νεύσει, ἐπεὶ τόσσον περ Ἀχαιῶν ἕρκος ἀπηύρα.
  11. ὦ πόποι, ὡς ἄρα πάγχυ γέρων ἐν δώμασι Πηλεύς
  12. ὀχθήσει μέγα πένθος ἀτερπέϊ γήραϊ κύρσας·
  13. αὐτὴ μὲν φήμη [*](Zimmermann, for au)th=| su\n fh/mh|, sith lacuna, of Koechly.) μιν ἀπορραίσει τάχα θυμόν·
  14. ὧδε δέ οἱ καὶ ἄμεινον ὀϊζύος αἶψα λαθέσθαι·
  15. εἰ δέ κεν οὐ φθίσῃ ἑ κακὴ περὶ υἱέος ὄσσα,
  16. ἆ δειλὸς χαλεποῖς ἐνὶ πένθεσι γῆρας ἰάψει
  17. αἰὲν ἐπʼ ἐσχαρόφιν βίοτον κατέδων ὀδύνῃσι,
  18. Πηλεύς, ὃς μακάρεσσι φίλος περιώσιον ἦεν·
  19. ἀλλʼ οὐ πάντα τελοῦσι θεοὶ μογεροῖσι βροτοῖσιν.
  20. ὣς ὁ μὲν ἀσχαλόων ὀλοφύρετο Πηλείωνα.