Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οἷος Ἄρης, ὅτε μιν δεινὴ θεὸς ὀβριμοπάτρη
  2. Τρώων ἐν πεδίῳ πολυαλθέϊ κάββαλε πέτρῃ.
  3. Μυρμιδόνες δʼ ἄλληκτον ἀνεστενάχοντʼ Ἀχιλῆα
  4. εἰλόμενοι περὶ νεκρὸν ἀμύμονος οἷο ἄνακτος·
  5. ἠπίου, ὃς πάντεσσιν ἴσος πάρος ἦεν ἑταῖρος·
  6. οὐ γὰρ ὑπερφίαλος πέλεν ἀνδράσιν οὐδʼ ὀλοόφρων,
  7. ἀλλὰ σαοφροσύνῃ καὶ κάρτεϊ πάντʼ ἐκέκαστο.
  8. Αἴας δʼ ἐν πρώτοισι μέγα στενάχων ἐγεγώνει
  9. πατροκασιγνήτοιο φίλον ποθέων ἅμα παῖδα,
  10. βλήμενον ἐκ θεόφιν· θνητῶν γε μὲν οὔτινι βλητὸς
  11. ἦεν, ὅσοι ναίουσιν ἐπὶ χθονὸς εὐρυπέδοιο.
  12. τὸν τότε κῆρ ἀχέων ὀλοφύρετο φαίδιμος Αἴας,
  13. ἄλλοτε μὲν κλισίας Πηληιάδαο δαμέντος
  14. ἐσφοιτῶν, ὁτὲ δʼ αὖτε παρὰ ψαμάθοισι θαλάσσης
  15. ἐκχύμενος μάλα πουλύς, ἔπος δʼ ὀλοφύρατο τοῖον·
  16. ὦ Ἀχιλεῦ μέγα ἕρκος ἐϋσθενέων Ἀργείων,
  17. κάτθανες ἐν Τροίῃ Φθίης ἑκὰς εὐρυπέδοιο
  18. ἔκποθεν ἀπροφάτοιο λυγρῷ βεβλημένος ἰῷ,
  19. τόν ῥα ποτὶ κλόνον ἄνδρες ἀνάλκιδες ἰθύνουσιν·
  20. οὐ γάρ τις πίσυνός γε σάκος μέγα νωμήσασθαι