Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. χάρμα φέρων Τρώεσσι, γόον δʼ ἀλίαστον Ἀχαιῶν
  2. λαῷ μυρομένων· περὶ δʼ ἔβρεμε βένθεα πόντου.
  3. θυμὸς δʼ αὐτίκα πᾶσι κατεκλάσθη φίλος ἔνδον
  4. ἐλπομένων κατὰ δῆριν ὑπὸ Τρώεσσιν ὀλέσθαι·
  5. μνησάμενοι δʼ ἄρα τοί γε φίλων παρὰ νηυσὶ τοκήων,
  6. τοὺς λίπον ἐν μεγάροισι, νεοδμήτων τε γυναικῶν,
  7. αἵ που ὀδυρόμεναι μίνυθον κενεοῖς λεχέεσσι
  8. νηπιάχοις σὺν παισὶ φίλους ποτιδέγμεναι ἄνδρας,
  9. μᾶλλον ἀνεστενάχοντο· γόου δʼ ἔρος ἔμπεσε θυμῷ·
  10. κλαῖον δʼ αὖτʼ ἀλίαστον ἐπὶ ψαμάθοισι βαθείῃς
  11. πρηνέες ἐκχύμενοι μεγάλῳ περὶ Πηλείωνι
  12. χαίτας ἐκ κεφαλῆς προθελύμνους δηϊόωντες,
  13. χευάμενοι δʼ ᾔσχυναν ἄδην ψαμάθοισι κάρηνα.
  14. οἵη δʼ ἐκ πολέμοιο βροτῶν ἐς τεῖχος ἀλέντων
  15. οἰμωγὴ πέλεται, ὅτε δήϊοι ἐμμεμαῶτες
  16. καίωσιν μέγα ἄστυ, κατακτείνωσι δὲ λαοὺς
  17. πανσυδίῃ, πάντῃ δὲ διὰ κτῆσιν φορέωνται·
  18. τοίη τις παρὰ νηυσὶν Ἀχαιῶν ἔπλετʼ ἀϋτή,
  19. οὕνεκʼ ἀοσσητὴρ Δαναῶν πάϊς Αἰακίδαο
  20. κεῖτο μέγας παρὰ νηυσὶ θεοκμήτοισι βελέμνοις,