Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Πηλείδης δʼ ἐν τοῖσι πολὺν περιδάμνατο λαὸν
  2. δυσμενέων· πάντῃ δὲ φερέσβιος αἵματι γαῖα
  3. δεύετο, καὶ νεκύεσσι περιστείνοντο ῥέεθρα
  4. Ξάνθου καὶ Σιμόεντος· ὁ δʼ ἑσπόμενος κεράϊζε
  5. μέχρις ἐπὶ πτολίεθρον, ἐπεὶ φόβος ἄμφεχε λαούς.
  6. καί νύ κε πάντας ὄλεσσε, πύλας δʼ εἰς οὖδας ἔρεισε
  7. θαιρῶν ἐξερύσας, ἢ καὶ συνέαξεν ὀχῆας
  8. δόχμιος ἐγχριμφθείς, Δαναοῖσι δὲ θῆκε κέλευθον
  9. ἐς Πριάμοιο πόληα, διέπραθε δʼ ὄλβιον ἄστυ,
  10. εἰ μή οἱ μέγα Φοῖβος ἀνηλέϊ χώσατο θυμῷ,
  11. ὡς ἴδεν ἄσπετα φῦλα δαϊκταμένων ἡρώων.
  12. αἶψα δʼ ἀπʼ Οὐλύμποιο κατήλυθε θηρὶ ἐοικὼς
  13. ἰοδόκην ὤμοισιν ἔχων καὶ ἀναλθέας ἰούς·
  14. ἔστη δʼ Αἰακίδαο καταντίον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
  15. γωρυὸς καὶ τόξα μὲγʼ ἴαχεν· ἐκ δέ οἱ ὄσσων
  16. πῦρ ἄμοτον μάρμαιρε· ποσὶν δʼ ὑπεκίνυτο γαῖα.
  17. σμερδαλέον δʼ ἤϋσε μέγας θεός, ὄφρʼ Ἀχιλῆα
  18. τρέψῃ ἀπὸ πτολέμοιο θεοῦ ὄπα ταρβήσαντα
  19. θεσπεσίην, καὶ Τρῶας ὑπὲκ θανάτοιο σαώσῃ·
  20. χάζεο, Πηλείδη, Τρώων ἑκάς, οὐ γὰρ ἔοικεν