Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. κεῖντο πολυκλαύτοιο λελας μένοι ἰωχμοῖο
  2. πρηνέες· οὐδέ τι Τρῶας Ἀχαιῶν φέρτατοι υἷες
  3. σύλεον ἐν κονίῃσι καὶ αἵματι δῃωθέντας,
  4. πρὶν Πηλήιον υἷα πυρῇ δόμεν, ὅς σφιν ὄνειαρ
  5. ἔπλετʼ ἐνὶ πτολέμοισιν ἑῷ μέγα κάρτεϊ θύων.
  6. τοὔνεκά μιν βασιλῆες ἀπὸ πτολέμου ἐρύσαντες
  7. ἀμφὶ νέκυν πονέοντο ἀπείριτον, εὖ δὲ φέροντες
  8. κάτθεσαν ἐν κλισίῃσι νεῶν προπάροιθε θοάων·
  9. ἀμφὶ δέ μιν μάλα πάντες ἀγειράμενοι στενάχοντο
  10. ἀχνύμενοι κατὰ θυμόν· ὃ γὰρ πέλε κάρτος Ἀχαιῶν,
  11. καὶ τότʼ ἐνὶ κλισίῃσι λελασμένος ἐγχειάων
  12. κεῖτο βαρυγδούποιο παρʼ ᾐόσιν Ἑλλησπόντου,
  13. οἷος ὑπερφίαλος Τιτυὸς πέσεν, ὁππότε Λητὼ
  14. ἐρχομένην Πυθώδε βιάζετο, καί ἑ χολωθεὶς
  15. ἀκάματόν περ ἐόντα θοῶς ὑπεδάμνατʼ Ἀπόλλων
  16. λαιψηροῖς βελέεσσιν, ὁ δʼ ἀργαλέῳ ἐνὶ λύθρῳ
  17. πουλυπέλεθρος ἔκειτο κατὰ χθονὸς εὐρυπέδοιο
  18. μητρὸς ἑῆς· ἡ δʼ υἷα περιστονάχησε πεσόντα
  19. ἐχθόμενον μακάρεσσι, γέλασσε δὲ πότνια Λητώ·
  20. τοῖος ἄρʼ Αἰακίδης δηΐων ἐπικάππεσε γαίῃ