Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- αὐτὰρ ἐπεὶ φάος ἦλθεν ἐϋθρόνου Ἠριγενείης,
- δὴ τότʼ ἄρʼ Ἀντιλόχοιο νέκυν ποτὶ νῆας ἔνεικαν
- αἰχμηταὶ Πύλιοι μεγάλα στενάχοντες ἄνακτα
- καί μιν ταρχύσαντο παρʼ ᾐόσιν Ἑλλησπόντου
- πολλὰ μάλʼ ἀχνύμενοι· περὶ δʼ ἔστενον ὄβριμοι υἷες
- Ἀργείων· πάντας γὰρ ἀμείλιχον ἄμφεχε πένθος
- Νέστορι ἦρα φέροντας· ὁ δʼ οὐ μέγα δάμνατο θυμῷ·
- ἀνδρὸς γὰρ πινυτοῖο περὶ φρεσὶ τλήμεναι ἄλγος
- θαρσαλέως καὶ μή τι κατηφιόωντʼ ἀκάχησθαι.
- Πηλείδης δʼ ἑτάροιο χολούμενος Ἀντιλόχοιο
- σμερδνὸν ἐπὶ Τρώεσσι κορύσσετο· τοὶ δέ καὶ αὐτοὶ
- καίπερ ὑποτρομέοντες ἐϋμμελίην Ἀχιλῆα
- τείχεος ἐξεχέοντο μεμαότες, οὕνεκʼ ἄρα σφι
- κῆρες ἐνὶ στέρνοισι θράσος βάλον· ἦ γὰρ ἔμελλον
- πολλοὶ ἀνοστήτοιο κατελθέμεν Ἀϊδονῆος
- χερσὶν ὕπʼ Αἰακίδαο δαΐφρονος, ὅς ῥα καὶ αὐτὸς
- φθεῖσθαι ὁμῶς ἤμελλε παρὰ Πριάμοιο πόληι.
- αἶψα δʼ ἄρʼ ἀμφοτέρωθε συνήλυθον εἰς ἕνα χῶρον
- Τρώων ἔθνεα πολλὰ μενεπτολέμων τʼ Ἀργείων
- μαιμώωντʼ ἐς Ἄρηα διεγρομένου πολέμοιο.