Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. τοὔνεχʼ ὑπὸ ζόφον εἶμι· Θέτιν δʼ ἐς Ὄλυμπον ἀγέσθω
  2. ἐξ ἁλός, ὄφρα θεοῖσι καὶ ἀνθρώποισι φαείνῃ·
  3. αὐτὰρ ἐμοὶ στονόεσσα μετʼ οὐρανὸν εὔαδεν ὄρφνη,
  4. μὴ δὴ σεῖο φονῆι φάος περὶ σῶμα βάλοιμι.
  5. ὣς φαμένης ῥέε δάκρυ κατʼ ἀμβροσίοιο προσώπου
  6. ἀενάῳ ποταμῷ ἐναλίγκιον· ἀμφὶ δὲ νεκρῷ
  7. δεύετο γαῖα μέλαινα· συνάχνυτο δʼ ἀμβροσίη Νὺξ
  8. παιδὶ φίλῃ, καὶ πάντα κατέκρυφεν οὐρανὸς ἄστρα
  9. ἀχλύϊ καὶ νεφέεσσι φέρων χάριν Ἠριγενείῃ.
  10. Τρῶες δʼ ἄστεος ἔνδον ἔσαν περὶ Μέμνονι θυμὸν
  11. ἀχνύμενοι· πόθεον γὰρ ὁμῶς ἑτάροισιν ἄνακτα.
  12. οὐδὲ μὲν Ἀργεῖοι μέγʼ ἐγήθεον, ἀλλὰ καὶ αὐτοὶ
  13. ἐν πεδίῳ κταμένοισι παρʼ ἀνδράσιν αὖλιν ἔχοντες
  14. ἄμφω ἐϋμμελίην μὲν Ἀχιλλέα κυδαίνεσκον,
  15. Ἀντίλοχον δʼ ἄρα κλαῖον· ἔχον δʼ ἅμα χάρματι πένθος.
  16. παννυχίη δʼ ἀλεγεινὸν ἀνεστονάχιζε γοῶσα
  17. Ἠώς· ἀμφὶ δέ οἱ κέχυτο ζόφος· οὐδέ τι θυμῷ
  18. ἀντολίης ἀλέγιζε, μέγαν δʼ ἤχθηρεν Ὄλυμπον.
  19. ἄγχι δέ οἱ μάλα πολλὰ ποδώκεες ἔστενον ἵπποι
  20. γαῖαν ἐπιστείβοντες ἀηθέα, καὶ βασίλειαν