Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀχνυμένην ὁρόωντες, ἐελδόμενοι μέγα νόστου.
  2. Ζεὺς δʼ ἄμοτον βρόντησε χολούμενος, ἀμφὶ δὲ γαῖα
  3. κινήθη περὶ πᾶσα· τρόμος δʼ ἕλεν ἄμβροτον Ἠῶ.
  4. τὸν δʼ ἄρα καρπαλίμως μελανόχροες Αἰθιοπῆες
  5. θάψαν ὀδυρόμενοι· τοὺς δʼ Ἠριγένεια βοῶπις
  6. πόλλʼ ὀλοφυρομένους κρατεροῦ περὶ σήματι παιδὸς
  7. οἰωνοὺς ποίησε καὶ ἠέρι δῶκε φέρεσθαι,
  8. τοὺς καὶ νῦν καλέουσι βροτῶν ἀπερείσια φῦλα
  9. Μέμνονας· οἵ ῥʼ ἐπὶ τύμβον ἔτι σφετέρου βασιλῆος
  10. ἐσσύμενοι γοόωσι κόνιν καθύπερθε χέοντες
  11. σήματος· ἀλλήλοις δὲ περικλονέουσι κυδοιμὸν
  12. Μέμνονι ἦρα φέροντες· ὁ δʼ εἰν Ἀΐδαο δόμοισιν
  13. ἠέ που ἐν μακάρεσσι κατʼ Ἠλύσιον πέδον αἴης
  14. καγχαλάᾳ· καὶ θυμὸν ἰαίνεται ἄμβροτος Ἠὼς
  15. δερκομένη· τοῖσιν δὲ πέλει πόνος ἄχρι καμόντες
  16. εἷς ἕνα δῃώσωνται ἀνὰ κλόνον, ἠὲ καὶ ἄμφω
  17. πότμον ἀναπλήσωσι πονεύμενοι ἀμφὶς ἄνακτα.
  18. καὶ τὰ μὲν ἐννεσίῃσι φαεσφόρου Ἠριγενείης
  19. οἰωνοὶ τελέουσι θοοί· τότε δʼ ἄμβροτος Ἠὼς
  20. οὐρανὸν εἰσανόρουσεν ὁμῶς πολυαλδέσιν Ὥραις,