Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. καρποῖσι βρίθοντα κυλινδομένου περὶ κύκλου
  2. χειμῶνος κρυεροῖο καὶ εἴαρος ἀνθεμόεντος
  3. ἠδὲ θέρευς ἐρατοῖο πολυσταφύλοιό τʼ ὀπώρης.
  4. αἱ τότε δὴ κατέβησαν ἀπʼ αἰθέρος ἠλιβάτοιο
  5. ἄσπετʼ ὀδυρόμεναι περὶ Μέμνονα σὺν δʼ ἄρα τῇσι
  6. Πληιάδες μύροντο· περίαχε δʼ οὔρεα μακρὰ
  7. καὶ ῥόος Αἰσήποιο· γόος δʼ ἄλλητος ὀρώρει.
  8. ἡ δʼ ἄρʼ ἐνὶ μέσσῃσιν ἐῷ περὶ παιδὶ χυθεῖσα
  9. μακρὸν ἀνεστονάχνησε πολύστονος Ἠριγένεια·
  10. ὤλεό μοι, φίλε τέκνον, ἐῇ δʼ ἄρα μητέρι πένθος
  11. ἀργαλέον περίθηκας· ἐγὼ δʼ οὐ σεῖο δαμέντος
  12. τλήσομαι ἀθανάτοισιν ἐπουρανίοισι φαείνειν,
  13. ἀλλὰ καταχθονίων ἐσλύσομαι αἰνὰ βέρεθρα,
  14. ψυχὴ ὅπου σέο νόσφιν ἀποφθιμένοιο ποτᾶται,
  15. γαῖαν ἀμαυρώσουσα καὶ οὐρανὸν ἠδὲ θάλασσαν
  16. πάντʼ ἐπικιδναμένου χάεος καὶ ἀεικέος ὄρφνης,
  17. ὄφρα τι καὶ Κρονίδαο πρεὶ φρένας ἄλγος ἵκηται·
  18. οὐ γὰρ ἀτιμοτέρη Νηρηίδος ἐκ Διὸς αὐτοῦ
  19. πάντʼ ἐπιδερκομένη, πάντʼ ἐς τέλος ἄχρις ἄγουσα·
  20. μαψιδίως γὰρ ἐμὸν φάος οὐ νῦν ὠπίσατο Ζεύς.