Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. εἴθʼ ὄφελον καὶ πρόσθεν ἐμῆς ἐπάκουσεν ἐφετμῆς
  2. Ἕκτωρ, ὁππότε μιν κατερήτυον ἔνδοθι πάτρης.
  3. ὣς φάτο Πουλυδάμαντος ἐῢ σθένος· ἀμφὶ δὲ Τρῶες
  4. ᾔνεον εἰσαΐοντες ἐνὶ φρεσίν, οὐδʼ ἀναφανδὸν
  5. μῦθον ἔφαν· πάντες γὰρ ἑὸν τρομέοντες ἄνακτα
  6. ἅζοντʼ ἠδʼ Ἑλένην, κείνης ἕνεκʼ ὀλλύμενοί περ.
  7. τὸν δὲ καὶ ἐσθλὸν ἐόντα Πάρις μέγα νείκεσεν ἄντην·
  8. Πουλυδάμα, σὺ μὲν ἐσσὶ φυγοπτόλεμος καὶ ἄναλκις,
  9. οὐδὲ σοὶ ἐν στέρνοισι πέλει μενεδήιον ἦτορ,
  10. ἀλλὰ δέος καὶ φύζα· σὺ δʼ εὔχεαι εἶναι ἄριστος
  11. ἐν βουλῇ· πάντων δὲ χερείονα μήδεα οἶδας.
  12. ἀλλʼ ἄγε δὴ σὺ μὲν αὐτὸς ἀπόσχεο δηιοτῆτος,
  13. μίμνε δʼ ἐνὶ μεγάροισι καθήμενος· αὐτὰρ οἱ ἄλλοι
  14. ἀμφʼ ἐμὲ θωρήξονται ἀνὰ πτόλιν, εἴσοκε μῆχος
  15. εὕρωμεν θυμῆρες ἀνηλεγέος πολέμοιο·
  16. οὐ γὰρ νόσφι πόνοιο καὶ ἀργαλέου πολέμοιο
  17. ἀνθρώποις μέγα κῦδος ἀέξεται ἠδὲ καὶ ἔργον·
  18. φύζα δὲ νηπιάχοισι μάλʼ εὔαδεν ἠδὲ γυναιξί·
  19. κείνῃς θυμὸν ἔοικας· ἐγὼ δέ τοι οὔτι πέποιθα
  20. μαρναμένῳ· πάντων γὰρ ἀμαλδύνεις θρασὺ κάρτος.